ΚΑΤΑ ΜΑΡΚΟΝ 12
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν· Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν⸃, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
1και ηρξατο αυτοισ εν παραβολαισ λεγειν αμπελωνα εφυτευσεν ανθρωποσ και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργον και εξεδοτο αυτον γεωργοισ και απεδημησεν
2καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος·
2και απεστειλεν προσ τουσ γεωργουσ τω καιρω δουλον ινα παρα των γεωργων λαβη απο του καρπου του αμπελωνοσ
3⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
3οι δε λαβοντεσ αυτον εδειραν και απεστειλαν κενον
4καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν.
4και παλιν απεστειλεν προσ αυτουσ αλλον δουλον κακεινον λιθοβολησαντεσ εκεφαλαιωσαν και απεστειλαν ητιμωμενον
5⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες⸃.
5και παλιν αλλον απεστειλεν κακεινον απεκτειναν και πολλουσ αλλουσ τουσ μεν δεροντεσ τουσ δε αποκτενοντεσ
6ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃ αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.
6ετι ουν ενα υιον εχων αγαπητον αυτου απεστειλεν και αυτον προσ αυτουσ εσχατον λεγων οτι εντραπησονται τον υιον μου
7ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
7εκεινοι δε οι γεωργοι ειπον προσ εαυτουσ οτι ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον και ημων εσται η κληρονομια
8καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος.
8και λαβοντεσ αυτον απεκτειναν και εξεβαλον εξω του αμπελωνοσ
9⸀τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
9τι ουν ποιησει ο κυριοσ του αμπελωνοσ ελευσεται και απολεσει τουσ γεωργουσ και δωσει τον αμπελωνα αλλοισ
10οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
10ουδε την γραφην ταυτην ανεγνωτε λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ
11παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
11παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοισ ημων
12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
12και εζητουν αυτον κρατησαι και εφοβηθησαν τον οχλον εγνωσαν γαρ οτι προσ αυτουσ την παραβολην ειπεν και αφεντεσ αυτον απηλθον
13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
13και αποστελλουσιν προσ αυτον τινασ των φαρισαιων και των ηρωδιανων ινα αυτον αγρευσωσιν λογω
14⸀καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι⸃ ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
14οι δε ελθοντεσ λεγουσιν αυτω διδασκαλε οιδαμεν οτι αληθησ ει και ου μελει σοι περι ουδενοσ ου γαρ βλεπεισ εισ προσωπον ανθρωπων αλλ επ αληθειασ την οδον του θεου διδασκεισ εξεστιν κηνσον καισαρι δουναι η ου
15ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
15δωμεν η μη δωμεν ο δε ειδωσ αυτων την υποκρισιν ειπεν αυτοισ τι με πειραζετε φερετε μοι δηναριον ινα ιδω
16οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος.
16οι δε ηνεγκαν και λεγει αυτοισ τινοσ η εικων αυτη και η επιγραφη οι δε ειπον αυτω καισαροσ
17⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν ⸀αὐτοῖς· ⸂Τὰ Καίσαρος ἀπόδοτε⸃ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον ἐπʼ αὐτῷ.
17και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ αποδοτε τα καισαροσ καισαρι και τα του θεου τω θεω και εθαυμασαν επ αυτω
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων αὐτὸν λέγοντες·
18και ερχονται σαδδουκαιοι προσ αυτον οιτινεσ λεγουσιν αναστασιν μη ειναι και επηρωτησαν αυτον λεγοντεσ
19Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον⸃, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
19διδασκαλε μωσησ εγραψεν ημιν οτι εαν τινοσ αδελφοσ αποθανη και καταλιπη γυναικα και τεκνα μη αφη ινα λαβη ο αδελφοσ αυτου την γυναικα αυτου και εξαναστηση σπερμα τω αδελφω αυτου
20ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·
20επτα αδελφοι ησαν και ο πρωτοσ ελαβεν γυναικα και αποθνησκων ουκ αφηκεν σπερμα
21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν⸃ σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως·
21και ο δευτεροσ ελαβεν αυτην και απεθανεν και ουδε αυτοσ αφηκεν σπερμα και ο τριτοσ ωσαυτωσ
22καὶ ⸂οἱ ἑπτὰ⸃ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃.
22και ελαβον αυτην οι επτα και ουκ αφηκαν σπερμα εσχατη παντων απεθανεν και η γυνη
23ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν⸃ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
23εν τη αναστασει οταν αναστωσιν τινοσ αυτων εσται γυνη οι γαρ επτα εσχον αυτην γυναικα
24⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς⸃· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;
24και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ ου δια τουτο πλανασθε μη ειδοτεσ τασ γραφασ μηδε την δυναμιν του θεου
25ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλʼ εἰσὶν ὡς ⸀ἄγγελοι ἐν τοῖς οὐρανοῖς·
25οταν γαρ εκ νεκρων αναστωσιν ουτε γαμουσιν ουτε γαμισκονται αλλ εισιν ωσ αγγελοι οι εν τοισ ουρανοισ
26περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ⸃ θεὸς Ἰακώβ;
26περι δε των νεκρων οτι εγειρονται ουκ ανεγνωτε εν τη βιβλω μωσεωσ επι του βατου ωσ ειπεν αυτω ο θεοσ λεγων εγω ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ
27οὐκ ἔστιν ⸀θεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων· ⸀πολὺ πλανᾶσθε.
27ουκ εστιν ο θεοσ νεκρων αλλα θεοσ ζωντων υμεισ ουν πολυ πλανασθε
28Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς⸃, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων⸃;
28και προσελθων εισ των γραμματεων ακουσασ αυτων συζητουντων ειδωσ οτι καλωσ αυτοισ απεκριθη επηρωτησεν αυτον ποια εστιν πρωτη παντων εντολη
29⸂ἀπεκρίθη ὁ Ἰησοῦς⸃ ὅτι Πρώτη ⸀ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,
29ο δε ιησουσ απεκριθη αυτω οτι πρωτη παντων των εντολων ακουε ισραηλ κυριοσ ο θεοσ ημων κυριοσ εισ εστιν
30καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου.
30και αγαπησεισ κυριον τον θεον σου εξ ολησ τησ καρδιασ σου και εξ ολησ τησ ψυχησ σου και εξ ολησ τησ διανοιασ σου και εξ ολησ τησ ισχυοσ σου αυτη πρωτη εντολη
31⸀δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
31και δευτερα ομοια αυτη αγαπησεισ τον πλησιον σου ωσ σεαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν
32⸀καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
32και ειπεν αυτω ο γραμματευσ καλωσ διδασκαλε επ αληθειασ ειπασ οτι εισ εστιν και ουκ εστιν αλλοσ πλην αυτου
33καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
33και το αγαπαν αυτον εξ ολησ τησ καρδιασ και εξ ολησ τησ συνεσεωσ και εξ ολησ τησ ψυχησ και εξ ολησ τησ ισχυοσ και το αγαπαν τον πλησιον ωσ εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και θυσιων
34καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
34και ο ιησουσ ιδων αυτον οτι νουνεχωσ απεκριθη ειπεν αυτω ου μακραν ει απο τησ βασιλειασ του θεου και ουδεισ ουκετι ετολμα αυτον επερωτησαι
35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν⸃;
35και αποκριθεισ ο ιησουσ ελεγεν διδασκων εν τω ιερω πωσ λεγουσιν οι γραμματεισ οτι ο χριστοσ υιοσ εστιν δαυιδ
36⸀αὐτὸς Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ⸃ ἁγίῳ· ⸀Εἶπεν ⸀κύριος τῷ κυρίῳ μου· ⸀Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου.
36αυτοσ γαρ δαυιδ ειπεν εν πνευματι αγιω λεγει ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
37⸀αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός⸃; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
37αυτοσ ουν δαυιδ λεγει αυτον κυριον και ποθεν υιοσ αυτου εστιν και ο πολυσ οχλοσ ηκουεν αυτου ηδεωσ
38Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν⸃· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
38και ελεγεν αυτοισ εν τη διδαχη αυτου βλεπετε απο των γραμματεων των θελοντων εν στολαισ περιπατειν και ασπασμουσ εν ταισ αγοραισ
39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
39και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ και πρωτοκλισιασ εν τοισ δειπνοισ
40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.
40οι κατεσθιοντεσ τασ οικιασ των χηρων και προφασει μακρα προσευχομενοι ουτοι ληψονται περισσοτερον κριμα
41Καὶ ⸀καθίσας ⸀κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·
41και καθισασ ο ιησουσ κατεναντι του γαζοφυλακιου εθεωρει πωσ ο οχλοσ βαλλει χαλκον εισ το γαζοφυλακιον και πολλοι πλουσιοι εβαλλον πολλα
42καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
42και ελθουσα μια χηρα πτωχη εβαλεν λεπτα δυο ο εστιν κοδραντησ
43καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
43και προσκαλεσαμενοσ τουσ μαθητασ αυτου λεγει αυτοισ αμην λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων βεβληκεν των βαλλοντων εισ το γαζοφυλακιον
44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
44παντεσ γαρ εκ του περισσευοντοσ αυτοισ εβαλον αυτη δε εκ τησ υστερησεωσ αυτησ παντα οσα ειχεν εβαλεν ολον τον βιον αυτησ
Tip: use the ← and → keys to turn chapters.