ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
1ιησουσ δε επορευθη εισ το οροσ των ελαιων
2Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
2ορθρου δε παλιν παρεγενετο εισ το ιερον και πασ ο λαοσ ηρχετο και καθισασ εδιδασκεν αυτουσ
3ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,
3αγουσιν δε οι γραμματεισ και οι φαρισαιοι προσ αυτον γυναικα εν μοιχεια καταληφθεισαν και στησαντεσ αυτην εν μεσω
4λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη.
4λεγουσιν αυτω πειραζοντεσ διδασκαλε αυτη η γυνη κατεληφθη επ αυτοφορω μοιχευομενη
5ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
5εν δε τω νομω μωσησ ημιν ενετειλατο τασ τοιαυτασ λιθοβολεισθαι συ ουν τι λεγεισ
6τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος.
6τουτο δε ελεγον πειραζοντεσ αυτον ινα εχωσιν κατηγορειν αυτου ο δε ιησουσ κατω κυψασ τω δακτυλω εγραφεν εισ την γην μη προσποιουμενοσ
7ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω.
7ωσ δε επεμενον ερωτωντεσ αυτον ανακυψασ ειπεν προσ αυτουσ ο αναμαρτητοσ υμων πρωτον επ αυτην τον λιθον βαλετω
8καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
8και παλιν κατω κυψασ εγραφεν εισ την γην
9οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.
9οι δε ακουσαντεσ και υπο τησ συνειδησεωσ ελεγχομενοι εξηρχοντο εισ καθ εισ αρξαμενοι απο των πρεσβυτερων και κατελειφθη μονοσ ο ιησουσ και η γυνη εν μεσω ουσα
10ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν;
10ανακυψασ δε ο ιησουσ και μηδενα θεασαμενοσ πλην τησ γυναικοσ ειπεν αυτη που εισιν εκεινοι οι κατηγοροι σου ουδεισ σε κατεκρινεν
11ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.⟧
11η δε ειπεν ουδεισ κυριε ειπεν δε ο ιησουσ ουδε εγω σε κρινω πορευου και μηκετι αμαρτανε
12Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησεν ὁ Ἰησοῦς⸃ λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸀ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς.
12παλιν ουν αυτοισ ο ιησουσ ελαλησεν λεγων εγω ειμι το φωσ του κοσμου ο ακολουθων εμοι ου μη περιπατηση εν τη σκοτια αλλ εξει το φωσ τησ ζωησ
13εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
13ειπον ουν αυτω οι φαρισαιοι συ περι σεαυτου μαρτυρεισ η μαρτυρια σου ουκ εστιν αληθησ
14ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ⸀ἢ ποῦ ὑπάγω.
14απεκριθη ιησουσ και ειπεν αυτοισ καν εγω μαρτυρω περι εμαυτου αληθησ εστιν η μαρτυρια μου οτι οιδα ποθεν ηλθον και που υπαγω υμεισ δε ουκ οιδατε ποθεν ερχομαι και που υπαγω
15ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
15υμεισ κατα την σαρκα κρινετε εγω ου κρινω ουδενα
16καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
16και εαν κρινω δε εγω η κρισισ η εμη αληθησ εστιν οτι μονοσ ουκ ειμι αλλ εγω και ο πεμψασ με πατηρ
17καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
17και εν τω νομω δε τω υμετερω γεγραπται οτι δυο ανθρωπων η μαρτυρια αληθησ εστιν
18ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.
18εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψασ με πατηρ
19ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃.
19ελεγον ουν αυτω που εστιν ο πατηρ σου απεκριθη ιησουσ ουτε εμε οιδατε ουτε τον πατερα μου ει εμε ηδειτε και τον πατερα μου ηδειτε αν
20ταῦτα τὰ ῥήματα ⸀ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
20ταυτα τα ρηματα ελαλησεν ο ιησουσ εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεισ επιασεν αυτον οτι ουπω εληλυθει η ωρα αυτου
21Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
21ειπεν ουν παλιν αυτοισ ο ιησουσ εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεισ ου δυνασθε ελθειν
22ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
22ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεισ ου δυνασθε ελθειν
23καὶ ⸀ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου⸃ ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
23και ειπεν αυτοισ υμεισ εκ των κατω εστε εγω εκ των ανω ειμι υμεισ εκ του κοσμου τουτου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου
24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
24ειπον ουν υμιν οτι αποθανεισθε εν ταισ αμαρτιαισ υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταισ αμαρτιαισ υμων
25ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι⸃ καὶ λαλῶ ὑμῖν;
25ελεγον ουν αυτω συ τισ ει και ειπεν αυτοισ ο ιησουσ την αρχην ο τι και λαλω υμιν
26πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ ταῦτα ⸀λαλῶ εἰς τὸν κόσμον.
26πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψασ με αληθησ εστιν καγω α ηκουσα παρ αυτου ταυτα λεγω εισ τον κοσμον
27οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
27ουκ εγνωσαν οτι τον πατερα αυτοισ ελεγεν
28εἶπεν ⸀οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ ⸀πατὴρ ταῦτα λαλῶ.
28ειπεν ουν αυτοισ ο ιησουσ οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθωσ εδιδαξεν με ο πατηρ μου ταυτα λαλω
29καὶ ὁ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με ⸀μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
29και ο πεμψασ με μετ εμου εστιν ουκ αφηκεν με μονον ο πατηρ οτι εγω τα αρεστα αυτω ποιω παντοτε
30ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
30ταυτα αυτου λαλουντοσ πολλοι επιστευσαν εισ αυτον
31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
31ελεγεν ουν ο ιησουσ προσ τουσ πεπιστευκοτασ αυτω ιουδαιουσ εαν υμεισ μεινητε εν τω λογω τω εμω αληθωσ μαθηται μου εστε
32καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
32και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμασ
33ἀπεκρίθησαν ⸂πρὸς αὐτόν⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
33απεκριθησαν αυτω σπερμα αβρααμ εσμεν και ουδενι δεδουλευκαμεν πωποτε πωσ συ λεγεισ οτι ελευθεροι γενησεσθε
34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας·
34απεκριθη αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν οτι πασ ο ποιων την αμαρτιαν δουλοσ εστιν τησ αμαρτιασ
35ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
35ο δε δουλοσ ου μενει εν τη οικια εισ τον αιωνα ο υιοσ μενει εισ τον αιωνα
36ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
36εαν ουν ο υιοσ υμασ ελευθερωση οντωσ ελευθεροι εσεσθε
37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
37οιδα οτι σπερμα αβρααμ εστε αλλα ζητειτε με αποκτειναι οτι ο λογοσ ο εμοσ ου χωρει εν υμιν
38⸂ἃ ἐγὼ⸃ ἑώρακα παρὰ τῷ ⸀πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε⸃ παρὰ ⸂τοῦ πατρὸς⸃ ποιεῖτε.
38εγω ο εωρακα παρα τω πατρι μου λαλω και υμεισ ουν ο εωρακατε παρα τω πατρι υμων ποιειτε
39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε·
39απεκριθησαν και ειπον αυτω ο πατηρ ημων αβρααμ εστιν λεγει αυτοισ ο ιησουσ ει τεκνα του αβρααμ ητε τα εργα του αβρααμ εποιειτε
40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
40νυν δε ζητειτε με αποκτειναι ανθρωπον οσ την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου τουτο αβρααμ ουκ εποιησεν
41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
41υμεισ ποιειτε τα εργα του πατροσ υμων ειπον ουν αυτω ημεισ εκ πορνειασ ου γεγεννημεθα ενα πατερα εχομεν τον θεον
42⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν.
42ειπεν ουν αυτοισ ο ιησουσ ει ο θεοσ πατηρ υμων ην ηγαπατε αν εμε εγω γαρ εκ του θεου εξηλθον και ηκω ουδε γαρ απ εμαυτου εληλυθα αλλ εκεινοσ με απεστειλεν
43διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
43δια τι την λαλιαν την εμην ου γινωσκετε οτι ου δυνασθε ακουειν τον λογον τον εμον
44ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν⸃, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
44υμεισ εκ του πατροσ του διαβολου εστε και τασ επιθυμιασ του πατροσ υμων θελετε ποιειν εκεινοσ ανθρωποκτονοσ ην απ αρχησ και εν τη αληθεια ουχ εστηκεν οτι ουκ εστιν αληθεια εν αυτω οταν λαλη το ψευδοσ εκ των ιδιων λαλει οτι ψευστησ εστιν και ο πατηρ αυτου
45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
45εγω δε οτι την αληθειαν λεγω ου πιστευετε μοι
46τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
46τισ εξ υμων ελεγχει με περι αμαρτιασ ει δε αληθειαν λεγω δια τι υμεισ ου πιστευετε μοι
47ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
47ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεισ ουκ ακουετε οτι εκ του θεου ουκ εστε
48⸀Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
48απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω ου καλωσ λεγομεν ημεισ οτι σαμαρειτησ ει συ και δαιμονιον εχεισ
49ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
49απεκριθη ιησουσ εγω δαιμονιον ουκ εχω αλλα τιμω τον πατερα μου και υμεισ ατιμαζετε με
50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
50εγω δε ου ζητω την δοξαν μου εστιν ο ζητων και κρινων
51ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
51αμην αμην λεγω υμιν εαν τισ τον λογον τον εμον τηρηση θανατον ου μη θεωρηση εισ τον αιωνα
52⸀εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα·
52ειπον ουν αυτω οι ιουδαιοι νυν εγνωκαμεν οτι δαιμονιον εχεισ αβρααμ απεθανεν και οι προφηται και συ λεγεισ εαν τισ τον λογον μου τηρηση ου μη γευσηται θανατου εισ τον αιωνα
53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα ⸀σεαυτὸν ποιεῖς;
53μη συ μειζων ει του πατροσ ημων αβρααμ οστισ απεθανεν και οι προφηται απεθανον τινα σεαυτον συ ποιεισ
54ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶν ἐστιν,
54απεκριθη ιησουσ εαν εγω δοξαζω εμαυτον η δοξα μου ουδεν εστιν εστιν ο πατηρ μου ο δοξαζων με ον υμεισ λεγετε οτι θεοσ ημων εστιν
55καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸀ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
55και ουκ εγνωκατε αυτον εγω δε οιδα αυτον και εαν ειπω οτι ουκ οιδα αυτον εσομαι ομοιοσ υμων ψευστησ αλλ οιδα αυτον και τον λογον αυτου τηρω
56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
56αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ιδη την ημεραν την εμην και ειδεν και εχαρη
57εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
57ειπον ουν οι ιουδαιοι προσ αυτον πεντηκοντα ετη ουπω εχεισ και αβρααμ εωρακασ
58εἶπεν ⸀αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
58ειπεν αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν πριν αβρααμ γενεσθαι εγω ειμι
59ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ⸀ἱεροῦ.
59ηραν ουν λιθουσ ινα βαλωσιν επ αυτον ιησουσ δε εκρυβη και εξηλθεν εκ του ιερου διελθων δια μεσου αυτων και παρηγεν ουτωσ
Tip: use the ← and → keys to turn chapters.