ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.
1τοτε ουν ελαβεν ο πιλατοσ τον ιησουν και εμαστιγωσεν
2καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,
2και οι στρατιωται πλεξαντεσ στεφανον εξ ακανθων επεθηκαν αυτου τη κεφαλη και ιματιον πορφυρουν περιεβαλον αυτον
3καὶ ⸂ἤρχοντο πρὸς αὐτὸν καὶ⸃ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
3και ελεγον χαιρε ο βασιλευσ των ιουδαιων και εδιδουν αυτω ραπισματα
4⸂καὶ ἐξῆλθεν⸃ πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸂οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ⸃.
4εξηλθεν ουν παλιν εξω ο πιλατοσ και λεγει αυτοισ ιδε αγω υμιν αυτον εξω ινα γνωτε οτι εν αυτω ουδεμιαν αιτιαν ευρισκω
5ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ ὁ ἄνθρωπος.
5εξηλθεν ουν ο ιησουσ εξω φορων τον ακανθινον στεφανον και το πορφυρουν ιματιον και λεγει αυτοισ ιδε ο ανθρωποσ
6ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον ⸀σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
6οτε ουν ειδον αυτον οι αρχιερεισ και οι υπηρεται εκραυγασαν λεγοντεσ σταυρωσον σταυρωσον αυτον λεγει αυτοισ ο πιλατοσ λαβετε αυτον υμεισ και σταυρωσατε εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν
7ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν ⸀νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν⸃ ἐποίησεν.
7απεκριθησαν αυτω οι ιουδαιοι ημεισ νομον εχομεν και κατα τον νομον ημων οφειλει αποθανειν οτι εαυτον υιον θεου εποιησεν
8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
8οτε ουν ηκουσεν ο πιλατοσ τουτον τον λογον μαλλον εφοβηθη
9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
9και εισηλθεν εισ το πραιτωριον παλιν και λεγει τω ιησου ποθεν ει συ ο δε ιησουσ αποκρισιν ουκ εδωκεν αυτω
10λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί⸃ σε;
10λεγει ουν αυτω ο πιλατοσ εμοι ου λαλεισ ουκ οιδασ οτι εξουσιαν εχω σταυρωσαι σε και εξουσιαν εχω απολυσαι σε
11ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατʼ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦν ⸂δεδομένον σοι⸃ ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
11απεκριθη ιησουσ ουκ ειχεσ εξουσιαν ουδεμιαν κατ εμου ει μη ην σοι δεδομενον ανωθεν δια τουτο ο παραδιδουσ με σοι μειζονα αμαρτιαν εχει
12ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει⸃ ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
12εκ τουτου εζητει ο πιλατοσ απολυσαι αυτον οι δε ιουδαιοι εκραζον λεγοντεσ εαν τουτον απολυσησ ουκ ει φιλοσ του καισαροσ πασ ο βασιλεα εαυτον ποιων αντιλεγει τω καισαρι
13Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.
13ο ουν πιλατοσ ακουσασ τουτον τον λογον ηγαγεν εξω τον ιησουν και εκαθισεν επι του βηματοσ εισ τοπον λεγομενον λιθοστρωτον εβραιστι δε γαββαθα
14ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.
14ην δε παρασκευη του πασχα ωρα δε ωσει εκτη και λεγει τοισ ιουδαιοισ ιδε ο βασιλευσ υμων
15⸂ἐκραύγασαν οὖν ἐκεῖνοι⸃· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
15οι δε εκραυγασαν αρον αρον σταυρωσον αυτον λεγει αυτοισ ο πιλατοσ τον βασιλεα υμων σταυρωσω απεκριθησαν οι αρχιερεισ ουκ εχομεν βασιλεα ει μη καισαρα
16τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν·
16τοτε ουν παρεδωκεν αυτον αυτοισ ινα σταυρωθη παρελαβον δε τον ιησουν και ηγαγον
17καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν⸃ ἐξῆλθεν εἰς ⸀τὸν λεγόμενον Κρανίου Τόπον, ⸀ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα,
17και βασταζων τον σταυρον αυτου εξηλθεν εισ τοπον λεγομενον κρανιου τοπον οσ λεγεται εβραιστι γολγοθα
18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
18οπου αυτον εσταυρωσαν και μετ αυτου αλλουσ δυο εντευθεν και εντευθεν μεσον δε τον ιησουν
19ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
19εγραψεν δε και τιτλον ο πιλατοσ και εθηκεν επι του σταυρου ην δε γεγραμμενον ιησουσ ο ναζωραιοσ ο βασιλευσ των ιουδαιων
20τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃.
20τουτον ουν τον τιτλον πολλοι ανεγνωσαν των ιουδαιων οτι εγγυσ ην ο τοποσ τησ πολεωσ οπου εσταυρωθη ο ιησουσ και ην γεγραμμενον εβραιστι ελληνιστι ρωμαιστι
21ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί⸃.
21ελεγον ουν τω πιλατω οι αρχιερεισ των ιουδαιων μη γραφε ο βασιλευσ των ιουδαιων αλλ οτι εκεινοσ ειπεν βασιλευσ ειμι των ιουδαιων
22ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα.
22απεκριθη ο πιλατοσ ο γεγραφα γεγραφα
23οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου·
23οι ουν στρατιωται οτε εσταυρωσαν τον ιησουν ελαβον τα ιματια αυτου και εποιησαν τεσσαρα μερη εκαστω στρατιωτη μεροσ και τον χιτωνα ην δε ο χιτων αραφοσ εκ των ανωθεν υφαντοσ δι ολου
24εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ⸂ἡ λέγουσα⸃· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
24ειπον ουν προσ αλληλουσ μη σχισωμεν αυτον αλλα λαχωμεν περι αυτου τινοσ εσται ινα η γραφη πληρωθη η λεγουσα διεμερισαντο τα ιματια μου εαυτοισ και επι τον ιματισμον μου εβαλον κληρον οι μεν ουν στρατιωται ταυτα εποιησαν
25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
25ειστηκεισαν δε παρα τω σταυρω του ιησου η μητηρ αυτου και η αδελφη τησ μητροσ αυτου μαρια η του κλωπα και μαρια η μαγδαληνη
26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ ⸀μητρί· Γύναι, ⸀ἴδε ὁ υἱός σου·
26ιησουσ ουν ιδων την μητερα και τον μαθητην παρεστωτα ον ηγαπα λεγει τη μητρι αυτου γυναι ιδου ο υιοσ σου
27εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδε ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
27ειτα λεγει τω μαθητη ιδου η μητηρ σου και απ εκεινησ τησ ωρασ ελαβεν ο μαθητησ αυτην εισ τα ιδια
28Μετὰ τοῦτο ⸀εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα⸃ τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ.
28μετα τουτο ιδων ο ιησουσ οτι παντα ηδη τετελεσται ινα τελειωθη η γραφη λεγει διψω
29⸀σκεῦος ἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ⸃ ὄξους ⸀ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
29σκευοσ ουν εκειτο οξουσ μεστον οι δε πλησαντεσ σπογγον οξουσ και υσσωπω περιθεντεσ προσηνεγκαν αυτου τω στοματι
30ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
30οτε ουν ελαβεν το οξοσ ο ιησουσ ειπεν τετελεσται και κλινασ την κεφαλην παρεδωκεν το πνευμα
31Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.
31οι ουν ιουδαιοι ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω επει παρασκευη ην ην γαρ μεγαλη η ημερα εκεινου του σαββατου ηρωτησαν τον πιλατον ινα κατεαγωσιν αυτων τα σκελη και αρθωσιν
32ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
32ηλθον ουν οι στρατιωται και του μεν πρωτου κατεαξαν τα σκελη και του αλλου του συσταυρωθεντοσ αυτω
33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν⸃ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
33επι δε τον ιησουν ελθοντεσ ωσ ειδον αυτον ηδη τεθνηκοτα ου κατεαξαν αυτου τα σκελη
34ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς⸃ αἷμα καὶ ὕδωρ.
34αλλ εισ των στρατιωτων λογχη αυτου την πλευραν ενυξεν και ευθεωσ εξηλθεν αιμα και υδωρ
35καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ⸂αὐτοῦ ἐστιν⸃ ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε.
35και ο εωρακωσ μεμαρτυρηκεν και αληθινη εστιν αυτου η μαρτυρια κακεινοσ οιδεν οτι αληθη λεγει ινα υμεισ πιστευσητε
36ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ.
36εγενετο γαρ ταυτα ινα η γραφη πληρωθη οστουν ου συντριβησεται απ αυτου
37καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
37και παλιν ετερα γραφη λεγει οψονται εισ ον εξεκεντησαν
38Μετὰ ⸀δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα ⸀αὐτοῦ.
38μετα ταυτα ηρωτησεν τον πιλατον ιωσηφ ο απο αριμαθαιασ ων μαθητησ του ιησου κεκρυμμενοσ δε δια τον φοβον των ιουδαιων ινα αρη το σωμα του ιησου και επετρεψεν ο πιλατοσ ηλθεν ουν και ηρεν το σωμα του ιησου
39ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς ⸀αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ⸀μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
39ηλθεν δε και νικοδημοσ ο ελθων προσ τον ιησουν νυκτοσ το πρωτον φερων μιγμα σμυρνησ και αλοησ ωσ λιτρασ εκατον
40ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν ⸀αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
40ελαβον ουν το σωμα του ιησου και εδησαν αυτο εν οθονιοισ μετα των αρωματων καθωσ εθοσ εστιν τοισ ιουδαιοισ ενταφιαζειν
41ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ⸂ἦν τεθειμένος⸃·
41ην δε εν τω τοπω οπου εσταυρωθη κηποσ και εν τω κηπω μνημειον καινον εν ω ουδεπω ουδεισ ετεθη
42ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
42εκει ουν δια την παρασκευην των ιουδαιων οτι εγγυσ ην το μνημειον εθηκαν τον ιησουν
Tip: use the ← and → keys to turn chapters.