ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς.
1ο ουν ιησουσ προ εξ ημερων του πασχα ηλθεν εισ βηθανιαν οπου ην λαζαροσ ο τεθνηκωσ ον ηγειρεν εκ νεκρων
2ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ·
2εποιησαν ουν αυτω δειπνον εκει και η μαρθα διηκονει ο δε λαζαροσ εισ ην των ανακειμενων συν αυτω
3ἡ οὖν ⸀Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
3η ουν μαρια λαβουσα λιτραν μυρου ναρδου πιστικησ πολυτιμου ηλειψεν τουσ ποδασ του ιησου και εξεμαξεν ταισ θριξιν αυτησ τουσ ποδασ αυτου η δε οικια επληρωθη εκ τησ οσμησ του μυρου
4λέγει ⸀δὲ ⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ⸃, ὁ μέλλων αὐτὸν παραδιδόναι·
4λεγει ουν εισ εκ των μαθητων αυτου ιουδασ σιμωνοσ ισκαριωτησ ο μελλων αυτον παραδιδοναι
5Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
5δια τι τουτο το μυρον ουκ επραθη τριακοσιων δηναριων και εδοθη πτωχοισ
6εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
6ειπεν δε τουτο ουχ οτι περι των πτωχων εμελεν αυτω αλλ οτι κλεπτησ ην και το γλωσσοκομον ειχεν και τα βαλλομενα εβασταζεν
7εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ αὐτό·
7ειπεν ουν ο ιησουσ αφεσ αυτην εισ την ημεραν του ενταφιασμου μου τετηρηκεν αυτο
8τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8τουσ πτωχουσ γαρ παντοτε εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε
9Ἔγνω ⸀οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
9εγνω ουν οχλοσ πολυσ εκ των ιουδαιων οτι εκει εστιν και ηλθον ου δια τον ιησουν μονον αλλ ινα και τον λαζαρον ιδωσιν ον ηγειρεν εκ νεκρων
10ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
10εβουλευσαντο δε οι αρχιερεισ ινα και τον λαζαρον αποκτεινωσιν
11ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
11οτι πολλοι δι αυτον υπηγον των ιουδαιων και επιστευον εισ τον ιησουν
12Τῇ ἐπαύριον ⸀ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
12τη επαυριον οχλοσ πολυσ ο ελθων εισ την εορτην ακουσαντεσ οτι ερχεται ιησουσ εισ ιεροσολυμα
13ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ⸃ βασιλεὺς τοῦ Ἰσραήλ.
13ελαβον τα βαια των φοινικων και εξηλθον εισ υπαντησιν αυτω και εκραζον ωσαννα ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου βασιλευσ του ισραηλ
14εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον·
14ευρων δε ο ιησουσ οναριον εκαθισεν επ αυτο καθωσ εστιν γεγραμμενον
15Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
15μη φοβου θυγατερ σιων ιδου ο βασιλευσ σου ερχεται καθημενοσ επι πωλον ονου
16⸀ταῦτα οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
16ταυτα δε ουκ εγνωσαν οι μαθηται αυτου το πρωτον αλλ οτε εδοξασθη ιησουσ τοτε εμνησθησαν οτι ταυτα ην επ αυτω γεγραμμενα και ταυτα εποιησαν αυτω
17ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
17εμαρτυρει ουν ο οχλοσ ο ων μετ αυτου οτε τον λαζαρον εφωνησεν εκ του μνημειου και ηγειρεν αυτον εκ νεκρων
18διὰ τοῦτο ⸀καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
18δια τουτο και υπηντησεν αυτω ο οχλοσ οτι ηκουσεν τουτο αυτον πεποιηκεναι το σημειον
19οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
19οι ουν φαρισαιοι ειπον προσ εαυτουσ θεωρειτε οτι ουκ ωφελειτε ουδεν ιδε ο κοσμοσ οπισω αυτου απηλθεν
20Ἦσαν δὲ ⸂Ἕλληνές τινες⸃ ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
20ησαν δε τινεσ ελληνεσ εκ των αναβαινοντων ινα προσκυνησωσιν εν τη εορτη
21οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
21ουτοι ουν προσηλθον φιλιππω τω απο βηθσαιδα τησ γαλιλαιασ και ηρωτων αυτον λεγοντεσ κυριε θελομεν τον ιησουν ιδειν
22ἔρχεται ⸀ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται Ἀνδρέας καὶ Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ.
22ερχεται φιλιπποσ και λεγει τω ανδρεα και παλιν ανδρεασ και φιλιπποσ λεγουσιν τω ιησου
23ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
23ο δε ιησουσ απεκρινατο αυτοισ λεγων εληλυθεν η ωρα ινα δοξασθη ο υιοσ του ανθρωπου
24ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
24αμην αμην λεγω υμιν εαν μη ο κοκκοσ του σιτου πεσων εισ την γην αποθανη αυτοσ μονοσ μενει εαν δε αποθανη πολυν καρπον φερει
25ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
25ο φιλων την ψυχην αυτου απολεσει αυτην και ο μισων την ψυχην αυτου εν τω κοσμω τουτω εισ ζωην αιωνιον φυλαξει αυτην
26ἐὰν ἐμοί ⸂τις διακονῇ⸃ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
26εαν εμοι διακονη τισ εμοι ακολουθειτω και οπου ειμι εγω εκει και ο διακονοσ ο εμοσ εσται και εαν τισ εμοι διακονη τιμησει αυτον ο πατηρ
27Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
27νυν η ψυχη μου τεταρακται και τι ειπω πατερ σωσον με εκ τησ ωρασ ταυτησ αλλα δια τουτο ηλθον εισ την ωραν ταυτην
28πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
28πατερ δοξασον σου το ονομα ηλθεν ουν φωνη εκ του ουρανου και εδοξασα και παλιν δοξασω
29ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν.
29ο ουν οχλοσ ο εστωσ και ακουσασ ελεγεν βροντην γεγονεναι αλλοι ελεγον αγγελοσ αυτω λελαληκεν
30ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν⸃· Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη⸃ γέγονεν ἀλλὰ διʼ ὑμᾶς.
30απεκριθη ιησουσ και ειπεν ου δι εμε αυτη η φωνη γεγονεν αλλα δι υμασ
31νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
31νυν κρισισ εστιν του κοσμου τουτου νυν ο αρχων του κοσμου τουτου εκβληθησεται εξω
32κἀγὼ ⸀ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
32καγω εαν υψωθω εκ τησ γησ παντασ ελκυσω προσ εμαυτον
33τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
33τουτο δε ελεγεν σημαινων ποιω θανατω εμελλεν αποθνησκειν
34ἀπεκρίθη ⸀οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ⸃ ⸀ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
34απεκριθη αυτω ο οχλοσ ημεισ ηκουσαμεν εκ του νομου οτι ο χριστοσ μενει εισ τον αιωνα και πωσ συ λεγεισ δει υψωθηναι τον υιον του ανθρωπου τισ εστιν ουτοσ ο υιοσ του ανθρωπου
35εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν⸃ ἐστιν. περιπατεῖτε ⸀ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
35ειπεν ουν αυτοισ ο ιησουσ ετι μικρον χρονον το φωσ μεθ υμων εστιν περιπατειτε εωσ το φωσ εχετε ινα μη σκοτια υμασ καταλαβη και ο περιπατων εν τη σκοτια ουκ οιδεν που υπαγει
36⸀ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν.
36εωσ το φωσ εχετε πιστευετε εισ το φωσ ινα υιοι φωτοσ γενησθε ταυτα ελαλησεν ο ιησουσ και απελθων εκρυβη απ αυτων
37τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
37τοσαυτα δε αυτου σημεια πεποιηκοτοσ εμπροσθεν αυτων ουκ επιστευον εισ αυτον
38ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
38ινα ο λογοσ ησαιου του προφητου πληρωθη ον ειπεν κυριε τισ επιστευσεν τη ακοη ημων και ο βραχιων κυριου τινι απεκαλυφθη
39διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας·
39δια τουτο ουκ ηδυναντο πιστευειν οτι παλιν ειπεν ησαιασ
40Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν, καὶ ⸀ἰάσομαι αὐτούς.
40τετυφλωκεν αυτων τουσ οφθαλμουσ και πεπωρωκεν αυτων την καρδιαν ινα μη ιδωσιν τοισ οφθαλμοισ και νοησωσιν τη καρδια και επιστραφωσιν και ιασωμαι αυτουσ
41ταῦτα εἶπεν Ἠσαΐας ⸀ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.
41ταυτα ειπεν ησαιασ οτε ειδεν την δοξαν αυτου και ελαλησεν περι αυτου
42ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται,
42ομωσ μεντοι και εκ των αρχοντων πολλοι επιστευσαν εισ αυτον αλλα δια τουσ φαρισαιουσ ουχ ωμολογουν ινα μη αποσυναγωγοι γενωνται
43ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
43ηγαπησαν γαρ την δοξαν των ανθρωπων μαλλον ηπερ την δοξαν του θεου
44Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με,
44ιησουσ δε εκραξεν και ειπεν ο πιστευων εισ εμε ου πιστευει εισ εμε αλλ εισ τον πεμψαντα με
45καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
45και ο θεωρων εμε θεωρει τον πεμψαντα με
46ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
46εγω φωσ εισ τον κοσμον εληλυθα ινα πασ ο πιστευων εισ εμε εν τη σκοτια μη μεινη
47καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον.
47και εαν τισ μου ακουση των ρηματων και μη πιστευση εγω ου κρινω αυτον ου γαρ ηλθον ινα κρινω τον κοσμον αλλ ινα σωσω τον κοσμον
48ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
48ο αθετων εμε και μη λαμβανων τα ρηματα μου εχει τον κρινοντα αυτον ο λογοσ ον ελαλησα εκεινοσ κρινει αυτον εν τη εσχατη ημερα
49ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
49οτι εγω εξ εμαυτου ουκ ελαλησα αλλ ο πεμψασ με πατηρ αυτοσ μοι εντολην εδωκεν τι ειπω και τι λαλησω
50καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ⸃, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
50και οιδα οτι η εντολη αυτου ζωη αιωνιοσ εστιν α ουν λαλω εγω καθωσ ειρηκεν μοι ο πατηρ ουτωσ λαλω
Tip: use the ← and → keys to turn chapters.