عبرانیان 10
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1زیرا که چون شریعت را سایه نعمتهای آینده است، نه نفس صورت آن چیزها، آن هرگز نمی تواند هر سال به همان قربانی هایی که پیوسته میگذرانند، تقرب جویندگان را کامل گرداند.
1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·
2والا آیا گذرانیدن آنها موقوف نمی شدچونکه عبادتکنندگان، بعد از آنکه یک بار پاک شدند، دیگر حس گناهان را در ضمیر نمی داشتند؟
2ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους.
3بلکه در اینها هر سال یادگاری گناهان میشود.
3ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν·
4زیرا محال است که خون گاوهاو بزها رفع گناهان را بکند.
4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.¶
5لهذا هنگامی که داخل جهان میشود، میگوید: «قربانی و هدیه را نخواستی، لکن جسدی برای من مهیا ساختی.
5Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
6به قربانی های سوختنی و قربانی های گناه رغبت نداشتی.
6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
7آنگاه گفتم، اینک میآیم (در طومار کتاب درحق من مکتوب است ) تا اراده تو راای خدا بجاآورم.»
7τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
8چون پیش میگوید: «هدایا و قربانیها وقربانی های سوختنی و قربانی های گناه رانخواستی و به آنها رغبت نداشتی، » که آنها رابحسب شریعت میگذرانند،
8ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται,
9بعد گفت که «اینک میآیم تا اراده تو راای خدا بجا آورم.» پس اول را برمی دارد، تا دوم را استوار سازد.
9τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·
10و به این اراده مقدس شدهایم، به قربانی جسد عیسی مسیح، یک مرتبه فقط.
10ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.¶
11و هر کاهن هر روزه به خدمت مشغول بوده، میایستد وهمان قربانیها را مکرر میگذراند که هرگز رفع گناهان را نمی تواند کرد.
11Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
12لکن او چون یک قربانی برای گناهان گذرانید، بهدست راست خدابنشست تا ابدالاباد.
12οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
13و بعد از آن منتظر است تادشمنانش پای انداز او شوند.
13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
14از آنرو که به یک قربانی مقدسان را کامل گردانیده است تا ابدالاباد.
14μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15و روحالقدس نیزبرای ما شهادت میدهد، زیرا بعد از آنکه گفته بود:
15μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ εἰρηκέναι·
16«این است آن عهدی که بعد از آن ایام باایشان خواهم بست، خداوند میگوید احکام خود را در دلهای ایشان خواهم نهاد و بر ذهن ایشان مرقوم خواهم داشت،
16αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς·
17(باز میگوید) وگناهان و خطایای ایشان را دیگر به یاد نخواهم آورد.»
17καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι.
18اما جایی که آمرزش اینها هست، دیگرقربانی گناهان نیست.
18ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.¶
19پسای برادران، چونکه به خون عیسی دلیری داریم تا به مکان اقدس داخل شویم
19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
20ازطریق تازه و زنده که آن را بجهت ما از میان پرده یعنی جسم خود مهیا نموده است،
20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
21و کاهنی بزرگ را بر خانه خدا داریم،
21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
22پس به دل راست، در یقین ایمان، دلهای خود را از ضمیر بد پاشیده و بدنهای خود را به آب پاک غسل داده، نزدیک بیاییم؛
22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ.
23و اعتراف امید را محکم نگاه داریم زیراکه وعدهدهنده امین است.
23κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,
24و ملاحظه یکدیگررا بنماییم تا به محبت و اعمال نیکو ترغیب نماییم.
24καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων
25و از با هم آمدن در جماعت غافل نشویم چنانکه بعضی را عادت است، بلکه یکدیگر را نصیحت کنیم و زیادتر به اندازهای که میبینید که آن روز نزدیک میشود.
25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.¶
26زیرا که بعد از پذیرفتن معرفت راستی اگرعمد گناهکار شویم، دیگر قربانی گناهان باقی نیست،
26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
27بلکه انتظار هولناک عذاب و غیرت آتشی که مخالفان را فرو خواهد برد.
27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
28هرکه شریعت موسی را خوار شمرد، بدون رحم به دویا سه شاهد کشته میشود.
28ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
29پس به چه مقدارگمان میکنید که آن کس، مستحق عقوبت سختتر شمرده خواهد شد که پسر خدا راپایمال کرد و خون عهدی را که به آن مقدس گردانیده شد، ناپاک شمرد و روح نعمت رابی حرمت کرد؟
29πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
30زیرا میشناسیم او را که گفته است: «خداوند میگوید انتقام از آن من است؛ من مکافات خواهم داد.» و ایض: «خداوند قوم خودرا داوری خواهد نمود.»
30οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω καὶ πάλιν· κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.
31افتادن بهدستهای خدای زنده چیزی هولناک است.
31φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.¶
32ولیکن ایام سلف را به یاد آورید که بعد ازآنکه منور گردیدید، متحمل مجاهدهای عظیم ازدردها شدید،
32Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
33چه از اینکه از دشنامها وزحمات تماشای مردم میشدید، و چه از آنکه شریک با کسانی میبودید که در چنین چیزها بسرمی بردند.
33τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·
34زیرا که با اسیران نیز همدردمی بودید و تاراج اموال خود را نیز به خوشی میپذیرفتید، چون دانستید که خود شما را درآسمان مال نیکوتر و باقی است.
34καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν.
35پس ترک مکنید دلیری خود را که مقرون به مجازات عظیم میباشد.
35μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν.
36زیرا که شما را صبر لازم است تااراده خدا را بجا آورده، وعده را بیابید.
36ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37زیرا که «بعد از اندک زمانی، آن آینده خواهد آمد وتاخیر نخواهد نمود.
37ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει.
38لکن عادل به ایمان زیست خواهد نمود و اگر مرتد شود نفس من باوی خوش نخواهد شد.»
38ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39لکن ما از مرتدان نیستیم تا هلاک شویم، بلکه از ایمانداران تا جان خود را دریابیم.
39ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.¶
Tip: use the ← and → keys to turn chapters.