یهودا 1
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1یهودا، غلام عیسی مسیح و برادر یعقوب، به خواندهشدگانی که در خدای پدر حبیب وبرای عیسی مسیح محفوظ میباشید.
1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2رحمت و سلامتی و محبت بر شما افزون باد.
2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.¶
3ای حبیبان، چون شوق تمام داشتم که درباره نجات عام به شما بنویسم، ناچار شدم که الان به شما بنویسم و نصیحت دهم تا شما مجاهده کنیدبرای آن ایمانی که یک بار به مقدسین سپرده شد.
3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4زیرا که بعضی اشخاص در خفا درآمدهاند که ازقدیم برای این قصاص مقرر شده بودند؛ مردمان بیدین که فیض خدای ما را به فجور تبدیل نموده و عیسی مسیح آقای واحد و خداوند ما را انکارکردهاند.
4παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.¶
5پس میخواهم شما را یاد دهم، هرچند همهچیز را دفعه میدانید که بعد از آنکه خداوند، قوم را از زمین مصر رهایی بخشیده بود، بار دیگربی ایمانان را هلاک فرمود.
5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς πάντα, ὅτι ὁ κύριος ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
6و فرشتگانی را که ریاست خود را حفظ نکردند بلکه مسکن حقیقی خود را ترک نمودند، در زنجیرهای ابدی درتحت ظلمت بجهت قصاص یوم عظیم نگاه داشته است.
6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλ᾽ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
7و همچنین سدوم و غموره و سایربلدان نواحی آنها مثل ایشان چونکه زناکار شدند و درپی بشر دیگر افتادند، در عقوبت آتش ابدی گرفتار شده، بجهت عبرت مقرر شدند.
7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8لیکن باوجود این، همه این خواب بینندگان نیز جسد خود را نجس میسازند و خداوندی راخوار میشمارند و بر بزرگان تهمت میزنند.
8ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
9امامیکائیل، رئیس ملائکه، چون درباره جسدموسی با ابلیس منازعه میکرد، جرات ننمود که حکم افترا بر او بزند بلکه گفت: «خداوند تو راتوبیخ فرماید.»
9ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλ᾽ εἶπεν· ἐπιτιμήσαι σοι κύριος.
10لکن این اشخاص بر آنچه نمی دانند افتراء میزنند و در آنچه مثل حیوان غیرناطق بالطبع فهمیدهاند، خود را فاسدمی سازند.
10οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11وای بر ایشان زیرا که به راه قائن رفتهاند ودر گمراهی بلعام بجهت اجرت غرق شدهاند و درمشاجرت قورح هلاک گشتهاند.
11οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.¶
12اینها درضیافت های محبتانه شما صخرهها هستند چون با شما شادی میکنند، و شبانانی که خویشتن رابی خوف میپرورند و ابرهای بیآب از بادهارانده شده و در ختان صیفی بیمیوه، دوباره مرده و از ریشهکنده شده،
12Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·
13و امواج جوشیده دریا که رسوایی خود را مثل کف برمی آورند و ستارگان آواره هستند که برای ایشان تاریکی ظلمت جاودانی مقرر است.
13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
14لکن خنوخ که هفتم ازآدم بود، درباره همین اشخاص خبر داده، گفت: «اینک خداوند با هزاران هزار از مقدسین خود یهودا آمد
14προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
15تا برهمه داوری نماید و جمیع بیدینان راملزم سازد، بر همه کارهای بیدینی که ایشان کردند و برتمامی سخنان زشت که گناهکاران بیدین به خلاف او گفتند.»
15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16اینانند همهمهکنان و گلهمندان که برحسب شهوات خود سلوک مینمایند و به زبان خود سخنان تکبرآمیزمی گویند و صورتهای مردم را بجهت سودمی پسندند.
16οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.¶
17اما شماای حبیبان، بخاطر آورید آن سخنانی که رسولان خداوند ما عیسی مسیح پیش گفتهاند،
17Ὑμεῖς δὲ ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
18چون به شما خبر دادند که در زمان آخر مستهزئین خواهند آمد که برحسب شهوات بیدینی خود رفتار خواهند کرد.
18ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ᾽ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19اینانند که تفرقهها پیدا میکنند و نفسانی هستند که روح را ندارند.
19οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20اما شماای حبیبان، خود را به ایمان اقدس خود بنا کرده و در روحالقدس عبادت نموده،
20ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21خویشتن را در محبت خدا محفوظ دارید ومنتظر رحمت خداوند ما عیسی مسیح برای حیات جاودانی بوده باشید.
21ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22و بعضی را که مجادله میکنند ملزم سازید.
22καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
23و بعضی را ازآتش بیرون کشیده، برهانید و بر بعضی با خوف رحمت کنید و از لباس جسم آلود نفرت نمایید.
23οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.¶
24الان او را که قادر است که شما را از لغزش محفوظ دارد و در حضور جلال خود شما رابی عیب به فرحی عظیم قایم فرماید،
24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25یعنی خدای واحد و نجاتدهنده ما را جلال و عظمت و توانایی و قدرت باد الان و تا ابدالاباد. آمین.
25μόνῳ θεῷ σωτῆρι ἡμῶν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν.¶
Tip: use the ← and → keys to turn chapters.