دوم تواریخ
Chapter 26
Old Persian Version (ترج…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

دوم تواریخ 26

Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و تمامی قوم یهودا عزیا را که شانزده ساله بود گرفته، در جای پدرش امصیاپادشاه ساختند.
1Καὶ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμασίου.
2و او بعد از آنکه پادشاه باپدرانش خوابیده بود، ایلوت را بنا کرد و آن رابرای یهودا استرداد نمود.
2Αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδα, μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
3و عزیا شانزده ساله بود که پادشاه شد و پنجاه و دو سال در اورشلیم پادشاهی نمود و اسم مادرش یکلیای اورشلیمی بود.
3Υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν Ὀζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερουσαλήμ.
4و آنچه در نظر خداوند پسند بود، موافق هرچه پدرش امصیا کرده بود، بجا آورد.
4Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ πατὴρ αὐτοῦ.
5و درروزهای زکریا که در رویاهای خدا بصیر بود، خدا را می‌طلبید و مادامی که خداوند رامی طلبید، خدا او را کامیاب می‌ساخت.
5Καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος.
6و او بیرون رفته، با فلسطینیان جنگ کرد وحصار جت و حصار یبنه و حصار اشدود رامنهدم ساخت و شهرها در زمین اشدود وفلسطینیان بنا نمود.
6Καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ τείχη Γὲθ, καὶ τὰ τείχη Ἰαβνὴρ, καὶ τὰ τείχη Ἀζώτου, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις.
7و خدا او را بر فلسطینیان وعربانی که در جوربعل ساکن بودند و بر معونیان نصرت داد.
7Καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ τοὺς Μιναίους.
8و عمونیان به عزیا هدایا دادند و اسم او تا مدخل مصر شایع گردید، زیرا که بی‌نهایت قوی گشت.
8Καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.
9و عزیا برجها در اورشلیم نزددروازه زاویه و نزد دروازه وادی و نزد گوشه حصار بنا کرده، آنها را مستحکم گردانید.
9Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος, καὶ ἐπὶ τῶν γενιῶν, καὶ κατίσχυσε.
10وبرجها در بیابان بنا نمود و چاههای بسیار کند زیراکه مواشی کثیر در همواری و در هامون داشت وفلاحان و باغبانان در کوهستان و در بوستانهاداشت، چونکه فلاحت را دوست می‌داشت.
10Καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ, καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν σεφηλᾷ· καὶ ἐν τῇ πεδινῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.
11وعزیا سپاهیان جنگ آزموده داشت که برای محاربه‌دسته دسته بیرون می‌رفتند، برحسب تعداد ایشان که یعیئیل کاتب و معسیای رئیس زیردست حننیا که یکی از سرداران پادشاه بود، آنها را سان می‌دیدند.
11Καὶ ἐγένετο τῷ Ὀζίᾳ δύναμις ποιοῦσα πόλεμον, καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἱσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ἰεϊὴλ τοῦ γραμματέως, καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς Ἀνανίου τοῦ διαδόχου τοῦ βασιλέως.
12و عدد تمامی سرداران آبا که شجاعان جنگ آزموده بودند، دو هزار وششصد بود.
12Πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι,
13و زیر دست ایشان، سیصد و هفت هزار و پانصد سپاه جنگ آزموده بودند که پادشاه را به ضد دشمنانش مساعدت نموده، با قوت تمام مقاتله می‌کردند.
13καὶ μετʼ αὐτῶν δύναμις πολεμικὴ, τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καὶ πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.
14و عزیا برای ایشان یعنی برای تمامی لشکر سپرها و نیزه‌ها و خودها وزره‌ها و کمانها و فلاخنها مهیا ساخت.
14Καὶ ἡτοίμασεν αὐτοῖς Ὀζίας πάσῃ τῇ δυναμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ εἰς λίθους σφενδόνας·
15ومنجنیقهایی را که مخترع صنعتگران ماهر بود دراورشلیم ساخت تا آنها را بر برجها و گوشه های حصار برای انداختن تیرها و سنگهای بزرگ بگذارند. پس آوازه او تا جایهای دور شایع شدزیرا که نصرت عظیمی یافته، بسیار قوی گردید.
15Καὶ ἐποίησεν ἐν Ἱερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ, τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν, βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόῤῥω· ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι ἕως οὗ κατίσχυσε.
16لیکن چون زورآور شد، دل او برای هلاکتش متکبر گردید و به یهوه خدای خودخیانت ورزیده، به هیکل خداوند درآمد تا بخوربر مذبح بخور بسوزاند.
16Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι· καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.
17و عزریای کاهن ازعقب او داخل شد و همراه او هشتاد مرد رشید ازکاهنان خداوند درآمدند.
17Καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεύς, καὶ μετʼ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί.
18و ایشان با عزیاپادشاه مقاومت نموده، او را گفتند: «ای عزیاسوزانیدن بخور برای خداوند کار تو نیست بلکه کار کاهنان پسران هارون است که برای سوزانیدن بخور تقدیس شده‌اند. پس از مقدس بیرون شوزیرا خطا کردی و این کار از جانب یهوه خداموجب عزت تو نخواهد بود.»
18Καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ, οὐ σοὶ, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλʼ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θῦσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.
19آنگاه عزیا که مجمری برای سوزانیدن بخور در دست خود داشت، غضبناک شد و چون خشمش بر کاهنان افروخته گردید، برص به حضور کاهنان در خانه خداوند به پهلوی مذبح بخور بر پیشانی‌اش پدید آمد.
19Καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοὺ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.
20و عزریای رئیس کهنه و سایر کاهنان بر او نگریستند و اینک برص بر پیشانی‌اش ظاهر شده بود. پس او را ازآنجا به شتاب بیرون کردند و خودش نیز به تعجیل بیرون رفت، چونکه خداوند او را مبتلاساخته بود.
20Καὶ ἐπέστρεψε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ πρῶτος, καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.
21و عزیا پادشاه تا روز وفاتش ابرص بود و در مریضخانه مبروص ماند، زیرا از خانه خداوند ممنوع بود و پسرش یوتام، ناظر خانه پادشاه و حاکم قوم زمین می‌بود.
21Καὶ Ὀζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀπφουσὼθ ἐκάθητο λεπρὸς, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ Ἰωάθαν ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.
22و اشعیا ابن آموص نبی بقیه وقایع اول وآخر عزیا را نوشت.
22Καὶ οἱ λοιποὶ λόγοι Ὀζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, γεγραμμένοι ὑπὸ Ἰεσσίου τοῦ προφήτου.
23پس عزیا با پدران خودخوابید و او را با پدرانش در زمین مقبره پادشاهان دفن کردند، زیرا گفتند که ابرص است و پسرش یوتام در جایش پادشاه شد.
23Καὶ ἐκοιμήθη Ὀζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι· καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.