دوم تواریخ
Chapter 31
Old Persian Version (ترج…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

دوم تواریخ 31

Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و چون این همه تمام شد، جمیع اسرائیلیانی که در شهرهای یهوداحاضر بودند بیرون رفته، تمثالها را شکستند واشیریم را قطع نمودند و مکانهای بلند و مذبحهارا از تمامی یهودا و بنیامین و افرایم و منسی بالکل منهدم ساختند. پس تمامی بنی‌اسرائیل هرکس به ملک خویش به شهرهای خود برگشتند.
1Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα, καὶ συνέτριψαν τὰς στήλας, καὶ ἔκοψαν τὰ ἄλση, καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Βενιαμὶν, καὶ ἐξ Ἐφραὶμ, καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος· καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ εἰς τὰς πόλεις αὐτῶν.
2و حزقیا فرقه های کاهنان و لاویان، رابرحسب اقسام ایشان قرار داد که هر کس ازکاهنان و لاویان موافق خدمت خود برای قربانی های سوختنی و ذبایح سلامتی و خدمت وتشکر و تسبیح به دروازه های اردوی خداوندحاضر شوند.
2Καὶ ἔταξεν Ἐζεκίας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν, τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, εἰς τὴν ὁλοκαύτωσιν, καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου, καὶ αἰνεῖν, καὶ ἐξομολογεῖσθαι, καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου Κυρίου.
3و حصه پادشاه را از اموال خاصش برای قربانی های سوختنی معین کرد، یعنی برای قربانی های سوختنی صبح و شام وقربانی های سوختنی سبت‌ها و هلالها و موسمهابرحسب آنچه در تورات خداوند مکتوب بود.
3Καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωϊνὴν καὶ τὴν δειλινὴν, καὶ ὁλοκαυτώσεις εἰς τὰ σάββατα, καὶ εἰς τὰς νουμηνίας, καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ Κυρίου.
4وبه قومی که در اورشلیم ساکن بودند، امر فرمود که حصه کاهنان و لاویان را بدهند تا به شریعت خداوند مواظب باشند.
4Καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλὴμ, δοῦναι τὴν μεριδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου.
5و چون این امر شایع شد، بنی‌اسرائیل نوبر گندم و شیره و روغن وعسل و تمامی محصول زمین را به فراوانی دادند وعشر همه‌چیز را به کثرت آوردند.
5Καὶ ὡς προσέταξεν τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ ἀπαρχὴν σίτου, καὶ οἴνου, καὶ ἐλαίου, καὶ μέλιτος, καὶ πᾶν γέννημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα.
6وبنی‌اسرائیل و یهودا که در شهرهای یهودا ساکن بودند نیز عشر گاوان و گوسفندان و عشرموقوفاتی که برای یهوه خدای ایشان وقف شده بود آورده، آنها را توده توده نمودند.
6Καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων, καὶ ἐπιδέκατα αἰγῶν, καὶ ἡγίασαν τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς.
7و در ماه سوم به ساختن توده‌ها شروع نمودند، و در ماه هفتم آنها را تمام کردند.
7Ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ συνετελέσθησαν.
8و چون حزقیا وسروران آمدند و توده‌ها را دیدند، خداوند رامتبارک خواندند و قوم او اسرائیل را مبارک خواندند.
8Καὶ ἦλθεν Ἐζεκίας καὶ οἱ ἄρχοντες, καὶ εἶδον τοὺς σωροὺς, καὶ ηὐλόγησαν τὸν Κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ·
9و حزقیا درباره توده‌ها از کاهنان ولاویان سوآل نمود.
9Καὶ ἐπυνθάνετο Ἐζεκίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν.
10و عزریا رئیس کهنه که ازخاندان صادوق بود او را جواب داد و گفت: «ازوقتی که قوم به آوردن هدایا برای خانه خداوندشروع کردند، خوردیم و سیر شدیم و بسیاری باقی گذاشتیم، زیرا خداوند قوم خود را برکت داده است و آنچه باقی‌مانده است، این مقدارعظیم است.»
10Καὶ εἶπε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδὼκ, καὶ εἶπεν, ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ἕως εἰς πλῆθος, ὅτι Κύριος ηὐλόγησε τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο.
11پس حزقیا امر فرمود که انبارها در خانه خداوند مهیا سازند و مهیا ساختند.
11Καὶ εἶπεν Ἐζεκίας ἔτι ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου· καὶ ἡτοίμασαν,
12و هدایا وعشرها و موقوفات را در آنها در مکان امانت گذاشتند و کوننیای لاوی بر آنها رئیس بود وبرادرش شمعی ثانی اثنین.
12καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει· καὶ ἐπʼ αὐτῶν ἐπιστάτης Χωνενίας ὁ Λευίτης, καὶ Σεμεῒ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος·
13و یحیئیل و عزریاو نحت و عسائیل و یریموت و یوزاباد و ایللئیل ویسمخیا و محت و بنایا برحسب تعیین حزقیاپادشاه و عزریا رئیس خانه خدا زیر دست کوننیاو برادرش شمعی وکلاء شدند.
13Καὶ Ἰεϊὴλ, καὶ Ὀζίας, καὶ Ναὲθ, καὶ Ἀσαὴλ, καὶ Ἰεριμὼθ, καὶ Ἰωζαβὰδ, καὶ Ἐλιὴλ, καὶ ὁ Σαμαχία, καὶ Μαὰθ, καὶ Βαναΐας, καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεῒ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἀζαρίας ὁ ἡγούμενος οἴκου Κυρίου.
14و قوری ابن یمنه لاوی که دربان دروازه شرقی بود ناظر نوافل خدا شد تا هدایای خداوند و موقوفات مقدس راتقسیم نماید.
14Καὶ Κορὴ ὁ τοῦ Ἰεμνὰ ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων, δοῦναι τὰς ἀπαρχὰς Κυρίου, καὶ τὰ ἅγια τῶν ἁγίων,
15و زیردست او عیدن و منیامین ویشوع و شمعیا و امریا و شکنیا در شهرهای کاهنان به وظیفه های امانتی مقرر شدند تا به برادران خود، خواه بزرگ و خواه کوچک، برحسب فرقه های ایشان برسانند.
15διὰ χειρὸς Ὀδὸμ, καὶ Βενιαμὶν, καὶ Ἰησοὺς, καὶ Σεμεῒ, καὶ Ἀμαρίας, καὶ Σεχονίας, διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει, δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν,
16علاوه برحصه یومیه ذکوری که در نسب نامه‌ها شمرده شده بودند، از سه ساله و بالاتر یعنی همه آنانی که به خانه خداوند داخل می‌شدند، برای خدمت های ایشان در وظیفه های ایشان برحسب فرقه های ایشان.
16ἐκτὸς τὴς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέραν, εἰς λειτουργείαν ἐφημερίαις διατάξεως αὐτῶν·
17(و حصه ) آنانی که در نسب نامه‌ها شمرده شده بود، از کاهنان برحسب خاندان آبای ایشان و از لاویان از بیست ساله وبالاتر در وظیفه های ایشان برحسب فرقه های ایشان.
17Οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατʼ οἴκους πατριῶν· καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει,
18و (حصه ) جمیع اطفال و زنان و پسران و دختران ایشان که در تمامی جماعت درنسب نامه‌ها شمرده شده بودند، پس دروظیفه های امانتی خود خویشتن را تقدیس نمودند.
18ἐγκαταλοχίσαι ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον·
19و نیز برای پسران هارون کهنه که درزمینهای حوالی شهرهای خود ساکن بودند، کسان، شهر به شهر به نامهای خود معین شدند تابه همه ذکوران کهنه و به همه لاویانی که درنسب نامه‌ها شمرده شده بودند حصه‌ها بدهند.
19Τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερατεύουσι, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσι, καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις.
20پس حزقیا در تمامی یهودا به اینطور عمل نمود و آنچه در نظر یهوه خدایش نیکو و پسند وامین بود بجا آورد.
20Καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδα, καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ Κυρίου Θεοῦ αὐτοῦ.
21و در هر کاری که در خدمت خانه خدا و در شرایع و اوامر برای طلبیدن خدای خود اقدام نمود آن را به تمامی دل خود به عمل آورد و کامیاب گردید.
21Καὶ ἐν παντὶ ἔργῳ ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν, ἐξεζήτησε τὸν Θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ, καὶ ἐποίησε καὶ εὐοδώθη.

Tip: use the ← and → keys to turn chapters.