دوم تواریخ 21
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و یهوشافاط با پدران خود خوابید و درشهر داود با پدرانش دفن شد، و پسرش یهورام بهجایش پادشاه شد.
1Καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυίδ. Καὶ ἐβασίλευσεν Ἰωρὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2و پسران یهوشافاط عزریا و یحیئیل و زکریا و عزریاهو ومیکائیل و شفطیا برادران او بودند. این همه پسران یهوشافاط پادشاه اسرائیل بودند.
2Καὶ αὐτῷ ἀδελφοὶ υἱοὶ Ἰωσαφὰτ ἓξ, Ἀζαρίας, καὶ Ἰεϊὴλ, καὶ Ζαχαρίας, καὶ Ἀζαρίας, καὶ Μιχαὴλ, καὶ Ζαφατίας· πάντες οὗτοι υἱοὶ Ἰωσαφὰτ βασιλέως Ἰούδα.
3و پدر ایشان عطایای بسیار از نقره و طلا و نفایس با شهرهای حصاردار در یهودا به ایشان داد و اما سلطنت را به یهورام عطا فرمود زیرا که نخست زاده بود.
3Καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλὰ, ἀργύριον καὶ χρυσίον, καὶ ὅπλα μετὰ τῶν πόλεων τετειχισμένων ἐν Ἰούδα, καὶ τὴν βασιλείαν ἔδωκε τῷ Ἰωρὰμ, ὅτι οὗτος ὁ πρωτότοκος.
4و چون یهورام بر سلطنت پدرش مستقر شدخویشتن را تقویت نموده، همه برادران خود وبعضی از سروران اسرائیل را نیز به شمشیر کشت.
4Καὶ ἀνέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐκραταιώθη, καὶ ἀπέκτεινε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ῥομφαίᾳ, καὶ ἀπὸ τῶν ἀρχόντων Ἰσραήλ.
5یهورام سی و دو ساله بود که پادشاه شد و هشت سال در اورشلیم سلطنت کرد.
5Ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν, κατέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
6و موافق رفتار پادشاهان اسرائیل به طوری که خاندان اخاب رفتار میکردند، سلوک نمود زیرا که دختر اخاب زن او بود و آنچه در نظر خداوند ناپسند بود، به عمل آورد.
6Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, ὡς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτοῦ γυνὴ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου.
7لیکن خداوند بهسبب آن عهدی که با داود بسته بود و چونکه وعده داده بود که چراغی به وی و به پسرانش همیشه اوقات ببخشد، نخواست که خاندان داود را هلاک سازد.
7Καὶ οὐκ ἐβούλετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαυὶδ, διὰ τὴν διαθήκην ἣν διέθετο τῷ Δαυὶδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
8و در ایام او ادوم از زیردست یهودا عاصی شده، پادشاهی برای خود نصب نمودند.
8Ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Ἐδὼμ ἀπὸ τοῦ Ἰούδα, καὶ ἐβασίλευσαν ἐφʼ ἑαυτοὺς βασιλέα.
9ویهورام با سرداران خود و تمامی ارابه هایش رفت، و شبانگاه برخاسته، ادومیان را که او را احاطه کرده بودند با سرداران ارابه های ایشان شکست داد.
9Καὶ ᾤχετο Ἰωρὰμ μετὰ τῶν ἀρχόντων, καὶ πᾶσα ἡ ἵππος μετʼ αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς, καὶ ἐπάταξεν Ἐδὼμ τὸν κυκλοῦντα αὐτὸν, καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
10اما ادوم تا امروز از زیر دست یهودا عاصی شدهاند، و در همان وقت لبنه نیز از زیر دست اوعاصی شد، زیرا که او یهوه خدای پدران خود راترک کرد.
10Καὶ ἀπέστη ἀπὸ Ἰούδα Ἐδὼμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνὰ ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπε Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτοῦ.
11و او نیز مکان های بلند در کوههای یهوداساخت و ساکنان اورشلیم را به زنا کردن تحریض نموده، یهودا را گمراه ساخت.
11Καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐξεπόρνευσε τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, καὶ ἀπεπλάνησε τὸν Ἰούδαν.
12و مکتوبی ازایلیای نبی بدو رسیده، گفت که «یهوه، خدای پدرت داود، چنین میفرماید: چونکه به راههای پدرت یهوشافاط و به طریقهای آسا پادشاه یهوداسلوک ننمودی،
12Καὶ ἦλθεν αὐτῷ ἐν γραφῇ παρὰ Ἠλιοὺ τοῦ προφήτου, λέγων, τάδε λέγει Κύριος Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἀνθʼ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα,
13بلکه به طریق پادشاهان اسرائیل رفتار نموده، یهودا و ساکنان اورشلیم رااغوا نمودی که موافق زناکاری خاندان اخاب مرتکب زنا بشوند و برادران خویش را نیز ازخاندان پدرت که از تو نیکوتر بودند به قتل رسانیدی،
13καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὡς ἐξεπόρνευσεν οἶκος Ἀχαὰβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας,
14همانا خداوند قومت و پسرانت وزنانت و تمامی اموالت را به بلای عظیم مبتلاخواهد ساخت.
14ἰδοὺ Κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου, καὶ ἐν τοῖς υἱοῖς σου, καὶ ἐν γυναιξί σου, καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου.
15و تو به مرض سخت گرفتار شده، در احشایت چنان بیماریای عارض خواهد شد که احشایت از آن مرض روزبه روزبیرون خواهد آمد.»
15Καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.
16پس خداوند دل فلسطینیان و عربانی را که مجاور حبشیان بودند، به ضد یهورام برانگیزانید.
16Καὶ ἐπήγειρε Κύριος ἐπὶ Ἰωρὰμ τοὺς ἀλλοφύλους, καὶ τοὺς Ἄραβας, καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων.
17و بر یهودا هجوم آورده، در آن ثلمه انداختند و تمامی اموالی که در خانه پادشاه یافت شد و پسران و زنان او را نیزبه اسیری بردند. و برای او پسری سوای پسرکهترش یهواخاز باقی نماند.
17Καὶ ἀνέβησαν ἐπὶ Ἰούδαν, καὶ κατεδυνάστευον, καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευὴν ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱὸς, ἀλλʼ ἢ Ὀχοζίας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ.
18و بعد از اینهمه خداوند احشایش را به مرض علاج ناپذیر مبتلا ساخت.
18Καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν ᾗ οὐκ ἔστιν ἰατρεία.
19و به مرور ایام بعد از انقضای مدت دو سال، احشایش از شدت مرض بیرون آمد و با دردهای سخت مرد، وقومش برای وی (عطریات ) نسوزانیدند، چنانکه برای پدرش میسوزانیدند.
19Καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας· καὶ ὡς ἦλθε καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ· καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν, καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.
20و او سی و دو ساله بود که پادشاه شد و هشت سال در اورشلیم سلطنت نمود، و بدون آنکه بر او رقتی شود، رحلت کرد و او را در شهر داود، اما نه در مقبره پادشاهان دفن کردند.
20Ἦν τριάκοντα καὶ δύο ἐτῶν ὅτε ἐβασίλευσε, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.
Tip: use the ← and → keys to turn chapters.