دوم تواریخ 7
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و چون سلیمان از دعا کردن فارغ شد، آتش از آسمان فرود آمده، قربانی های سوختنی و ذبایح را سوزانید و جلال خداوند خانه را مملوساخت.
1Καὶ ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησε τὸν οἶκον.
2و کاهنان به خانه خداوند نتوانستندداخل شوند، زیرا جلال یهوه خانه خداوند را پرکرده بود.
2Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.
3و چون تمامی بنیاسرائیل آتش را که فرود میآمد و جلال خداوند را که بر خانه میبوددیدند، روی خود را به زمین بر سنگفرش نهادند وسجده نموده، خداوند را حمد گفتند که او نیکواست، زیرا که رحمت او تا ابدالاباد است.
3Καὶ πάντες οἱ υἱοὶ Ισραὴλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον· καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον, καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
4و پادشاه و تمامی قوم قربانیها در حضورخداوند گذرانیدند.
4Καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι Κυρίου.
5و سلیمان پادشاه بیست ودو هزار گاو و صد و بیست هزار گوسفند برای قربانی گذرانید و پادشاه و تمامی قوم، خانه خدا را تبریک نمودند.
5Καὶ ἐθυσίασεν ὁ βασιλεὺς Σαλωμὼν τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας, βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισε τὸν οἶκον τοὔ Θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός.
6و کاهنان بر سر شغلهای مخصوص خود ایستاده بودند و لاویان، آلات نغمه خداوند را (بهدست گرفتند) که داود پادشاه آنها را ساخته بود، تا خداوند را به آنها حمدگویند، زیرا که رحمت او تا ابدالاباد است، و داودبه وساطت آنها تسبیح میخواند و کاهنان پیش ایشان کرنا مینواختند و تمام اسرائیل ایستاده بودند.
6Καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότως, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυὶδ τοῦ βασιλέως, τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυὶδ διὰ χειρὸς αὐτῶν· καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς.
7و سلیمان وسط صحنی را که پیش خانه خداوند بود، تقدیس نمود زیرا که در آنجاقربانی های سوختنی و پیه ذبایح سلامتی رامی گذرانید، چونکه مذبح برنجینی که سلیمان ساخته بود، قربانی های سوختنی وهدایای آردی و پیه ذبایح را گنجایش نداشت.
7Καὶ ἡγίασε Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου, ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησε Σαλωμὼν, οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα.
8و در آنوقت سلیمان و تمامی اسرائیل با وی هفت روز را عید نگاه داشتند و آن انجمن بسیاربزرگ از مدخل حمات تا نهر مصر بود.
8Καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέρας, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἰμὰθ καὶ ἕως χειμάῤῥου Αἰγύπτου.
9و درروز هشتم محفلی مقدس برپا داشتند، زیرا که برای تبریک مذبح هفت روز و برای عید هفت روز نگاه داشتند.
9Καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν.
10و در روز بیست و سوم ماه هفتم قوم را به خیمه های ایشان مرخص فرمود وایشان بهسبب احسانی که خداوند به داود وسلیمان و قوم خود اسرائیل کرده بود، شادمان وخوشدل بودند.
10Καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλε τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους, καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ, καὶ τῷ Σαλωμῶντι, καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.
11پس سلیمان خانه خداوند و خانه پادشاه راتمام کرد و هرآنچه سلیمان قصد نموده بود که درخانه خداوند و در خانه خود بسازد، آن را نیکو به انجام رسانید.
11Καὶ συνετέλεσε Σαλωμὼν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως· καὶ πάντα ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ, εὐωδώθη.
12و خداوند بر سلیمان در شب ظاهر شده، اورا گفت: «دعای تو را اجابت نمودم و این مکان رابرای خود برگزیدم تا خانه قربانیها شود.
12Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, ἤκουσα τῆν προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.
13اگرآسمان را ببندم تا باران نبارد و اگر امر کنم که ملخ، حاصل زمین را بخورد و اگر وبا در میان قوم خودبفرستم،
13Ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετὸς, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου,
14و قوم من که به اسم من نامیده شده اندمتواضع شوند، و دعا کرده، طالب حضور من باشند، و از راههای بد خویش بازگشت نمایند، آنگاه من از آسمان اجابت خواهم فرمود، وگناهان ایشان را خواهم آمرزید و زمین ایشان راشفا خواهم داد.
14καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτοὺς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου, καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
15و از این به بعد چشمان من گشاده، و گوشهای من به دعایی که در این مکان کرده شود شنوا خواهد بود.
15Καὶ νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι, καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.
16و حال این خانه رااختیار کرده، و تقدیس نمودهام که اسم من تا به ابددر آن قرار گیرد و چشم و دل من همیشه بر آن باشد.
16Καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον, τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.
17و اگر تو به حضور من سلوک نمایی، چنانکه پدرت داود سلوک نمود و برحسب هرآنچه تو را امر فرمایم عمل نمایی و فرایض واحکام مرا نگاه داری،
17Καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυὶδ ὁ πατήρ σου, καὶ ποιήσῃς κατὰ πάντα ἃ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ,
18آنگاه کرسی سلطنت تورا استوار خواهم ساخت چنانکه با پدرت داودعهد بسته، گفتم کسیکه بر اسرائیل سلطنت نماید از تو منقطع نخواهد شد.
18καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ὡς διεθέμην Δαυὶδ τῷ πατρί σου, λέγων, οὐκ ἐξαρθήσεταί σοι ἡγούμενος ἀνὴρ ἐν Ἰσραήλ.
19«لیکن اگر شما برگردید و فرایض و احکام مرا که پیش روی شما نهادهام ترک نمایید و رفته، خدایان غیر را عبادت کنید، و آنها را سجده نمایید،
19Καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς, καὶ ἐγκαταλείπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
20آنگاه ایشان را از زمینی که به ایشان دادهام خواهم کند و این خانه را که برای اسم خودتقدیس نمودهام، از حضور خود خواهم افکند وآن را در میان جمیع قومها ضربالمثل و مسخره خواهم ساخت.
20καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς· καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι.
21و این خانه که اینقدر رفیع است هرکه از آن بگذرد متحیر شده، خواهدگفت: برای چه خداوند به این زمین و به این خانه چنین عمل نموده است؟
21Καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται, καὶ ἐρεῖ, Χάριν τίνος ἐποίησε Κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
22و جواب خواهندداد: چونکه یهوه خدای پدران خود را که ایشان رااز زمین مصر بیرون آورد ترک کردند و به خدایان غیر متمسک شده، آنها را سجده و عبادت نمودند از این جهت تمامی این بلا را بر ایشان وارد آورده است.»
22Καὶ ἐροῦσι, διότι ἐγκατέλιπον Κυρίον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἀντελάβοντο θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐδούλευσαν αὐτοῖς, καὶ διὰ τοῦτο ἐπήγαγεν ἐπʼ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην.
Tip: use the ← and → keys to turn chapters.