ΣΟΦΙΑ
Chapter 15
Septuagint (Brenton Gree…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Σὺ δὲ ὁ Θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθὴς, μακρόθυμος καὶ ἐν ἐλέει διοικῶν τὰ πάντα.
1ΣΥ δὲ ὁ Θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής, μακρόθυμος καὶ ἐν ἐλέει διοικῶν τὰ πάντα.
2Καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεθα δὲ, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
2καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεθα δέ, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
3Τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη, καὶ εἰδέναι τὸ κράτος σου ῥίζα ἀθανασίας.
3τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη, καὶ εἰδέναι τὸ κράτος σου ρίζα ἀθανασίας.
4Οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια, οὐδὲ σκιαγράφων πόνος ἄκαρπος, εἶδος σπιλωθὲν χρώμασι διηλλαγμένοις.
4οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια, οὐδὲ σκιαγράφων πόνος ἄκαρπος, εἶδος σπιλωθὲν χρώμασι διηλλαγμένοις,
5ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται, ποθεῖ, τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
5ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται, ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
6Κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων, καὶ οἱ δρῶντες, καὶ οἱ ποθοῦντες, καὶ οἱ σεβόμενοι.
6κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων, καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦντες καὶ οἱ σεβόμενοι.
7Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον, πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἕκαστον. ἀλλʼ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη, τά τε ἐναντία, πάνθʼ ὁμοίως· τούτων δὲ ἑκατέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός.
7Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον· ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία, πάνθ᾿ ὁμοίως· τούτων δὲ ἑκατέρου τίς ἑκάστῳ ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός·
8Καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ, ὃς πρὸ μικροῦ ἐκ γῆς γεννηθεὶς μετʼ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
8καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ, ὃς πρὸ μικροῦ γῆς γεννηθεὶς μετ᾿ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
9Ἀλλʼ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν, οὐδʼ ὅτι βραχυτελῆ βίον ἔχει, ἀλλʼ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται, καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
9ἀλλ᾿ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν, ἀλλ᾿ ὅτι βραχυτελῆ βίον ἔχει, ἀλλ᾿ ἀντερείδεται μέν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
10Σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηδοῦ τε ἀτιμότερος ὁ βίος αὐτον·
10σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
11ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν, καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα πνεῦμα ζωτίκον.
11ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν·
12Ἀλλʼ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον πανεγυρισμὸν ἐπικερδῆ· δεῖν γάρ φησιν ὅθεν δὴ κᾂν ἐκ κακοῦ πορίζειν.
12ἀλλ᾿ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ· δεῖν γάρ φησιν ὅθεν δή, κἂν ἐκ κακοῦ, πορίζειν.
13Οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει, ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
13οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει, ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
14Πάντες δʼ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου, οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν.
14πάντες δ᾿ ἀφρονέστατοι καὶ τάλαντες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν,
15Ὅτι καὶ πάντα εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεοὺς, οἷς οὔτε ὁμμάτων χρῆσις εἰς ὅρασιν, οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος, οὔτε ὦτα ἀκούειν, οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν, καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
15ὅτι καὶ πάντα εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς, οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ρῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν, καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
16Ἄνθρωπος γὰρ ἐποίησεν αὐτοὺς, καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·
16ἄθρωπος γὰρ ἐποίησεν αὐτούς, καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι Θεόν.
17θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστι τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
17θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστι τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
18Καὶ τὰ ζῶα δὲ τὰ ἔχθιστα σέβονται, ἄνοια γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα.
18καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται· ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα·
19Οὐδʼ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζώων ὄψει καλὰ τυγχάνει, ἐκπέφευγε δὲ καὶ τὸν τοῦ Θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.
19οὐδ᾿ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει, ἐκπέφευγε δὲ καὶ τὸν τοῦ Θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.