ΣΟΦΙΑ
Chapter 12
Septuagint (Brenton Gree…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι.
1ΤΟ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι.
2Διὸ τοὺς παραπίπτοντας κατʼ ὀλίγον ἐλέγχεις, καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σὲ Κύριε.
2διὸ τοὺς παραπίπτοντας κατ᾿ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, Κύριε.
3Καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς
3καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς μισήσας
4μισήσας, ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν, καὶ τελετὰς ἀνοσίους,
4ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν καὶ τελετὰς ἀνοσίους
5τέκνων τε φονέας ἀνελεήμονας, καὶ σπλαγχνοφάγων ἀνθρωπίνων σαρκῶν θοῖναν,
5τέκνων τε φονέας ἀνελεήμονας καὶ σπλαγχνοφάγων ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος, ἐκ μέσου μύστας θιάσου
6καὶ αἴματος ἐκ μέσου μυσταθείας σου, καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων, ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν·
6καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων, ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
7ἵνα ἀξίαν ἀποικίαν δέξηται Θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
7ἵνα ἀξίαν ἀποικίαν δέξηται Θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
8Ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω, ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας, ἵνα αὐτοὺς καταβραχὺ ἐξολοθρεύσωσιν.
8ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας, ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολοθρεύσωσιν.
9Οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι, ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρίψαι·
9οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ᾿ ἓν ἐκτρῖψαι,
10κρίνων δὲ καταβραχὺ ἐδίδους τόπον μετανοίας, οὐκ ἀγνοῶν, ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν, καὶ ἔμφυτος ἡ κακία αὐτῶν, καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα·
10κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα.
11σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς· οὐδὲ εὐλαβούμενός τινα, ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
11σπέρμα γὰρ ἦν κατηραμένον ἀπ᾿ ἀρχῆς, οὐδὲ εὐλαβούμενός τινα ἐφ᾿ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
12Τίς γὰρ ἐρεῖ, τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας; ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων;
12τίς γὰρ ἐρεῖ· τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας; ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων;
13Οὔτε γὰρ Θεός ἐστι πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων, ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας.
13οὔτε γὰρ Θεός ἐστι πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων, ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας,
14Οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἀπώλεσας.
14οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἐκόλασας.
15Δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις, αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριαν ἡγούμενος τῆς σῆς δυνάμεως.
15δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις, αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως.
16Ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχὴ, καὶ τὸ πάντων σε δεσπόζειν, πάντων φείδεσθαι ποιεῖ.
16ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή, καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεῖ.
17Ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι, καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις.
17ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις.
18Σὺ δὲ δεσπόζεν ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς· πάρεστι γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι.
18σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς· πάρεστι γάρ σοι, ὅταν θέλῃς, τὸ δύνασθαι.
19Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων, ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον· καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἑπὶ ἁμαρτήμασι μετάνοιαν.
19Ἐδίδαξας δέ σου τὸν λαὸν διά τῶν τοιούτων ἔργων, ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον· καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν.
20Εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ δεήσεως, δοὺς χρόνους καὶ τόπον διʼ ὧν ἀπαλλαγῶσι τῆς κακίας·
20εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ διέσεως, δοὺς χρόνους καὶ τόπον, δι᾿ ὧν ἀπαλλαγῶσι τῆς κακίας,
21μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων;
21μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου, ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων;
22Ἡμᾶς οὖν παιδεύων, τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες, κρινόμενοι δὲ προσδοκῶμει ἔλεος.
22Ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες, κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.
23Ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους, διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων.
23ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων·
24Καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν, θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζώοις τῶν ἐχθρῶν ἄτιμα, νηπίων δίκην ἀφρόνων ψευσθέντες.
24καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν, θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν ἐχθρῶν ἄτιμα, νηπίων δίκην ἀφρόνων ψευσθέντες.
25Διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας.
25διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας.
26Οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες, ἀξίαν Θεοῦ κρίσιν πειράσουσιν.
26οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν Θεοῦ κρίσιν πειράσουσιν.
27Ἐφʼ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν, ἐπὶ τούτοις οὓς ἐδόκουν θεοὺς, ἐν αὐτοῖς κολαζόμενοι, ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι, Θεὸν ἐπέγνωσαν ἀληθῆ· διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπʼ αὐτοὺς ἐπῆλθε.
27ἐφ᾿ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν, ἐπὶ τούτοις, οὓς ἐδόκουν θεούς, ἐν αὐτοῖς κολαζόμενοι, ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι Θεὸν ἐπέγνωσαν ἀληθῆ· διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ᾿ αὐτοὺς ἐπῆλθεν.

Tip: use the ← and → keys to turn chapters.