ΙΩΒ 10
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Berean Standard Bible
1Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματα μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος,
1“I loathe my own life; I will express my complaint and speak in the bitterness of my soul.
2καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;
2I will say to God: Do not condemn me! Let me know why You prosecute me.
3Ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.
3Does it please You to oppress me, to reject the work of Your hands and favor the schemes of the wicked?
4Ἢ ὥσπερ βροτὸς ὁρᾷ, καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος, βλέψῃ;
4Do You have eyes of flesh? Do You see as man sees?
5Ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρὸς,
5Are Your days like those of a mortal, or Your years like those of a man,
6ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;
6that You should seek my iniquity and search out my sin—
7Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
7though You know that I am not guilty, and there is no deliverance from Your hand?
8Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
8Your hands shaped me and altogether formed me. Would You now turn and destroy me?
9Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
9Please remember that You molded me like clay. Would You now return me to dust?
10Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ;
10Did You not pour me out like milk, and curdle me like cheese?
11Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας.
11You clothed me with skin and flesh, and knit me together with bones and sinews.
12Ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφυλαξέ μου τὸ πνεῦμα.
12You have granted me life and loving devotion, and Your care has preserved my spirit.
13Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν.
13Yet You concealed these things in Your heart, and I know that this was in Your mind:
14Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας.
14If I sinned, You would take note, and would not acquit me of my iniquity.
15Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.
15If I am guilty, woe to me! And even if I am righteous, I cannot lift my head. I am full of shame and aware of my affliction.
16Ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις,
16Should I hold my head high, You would hunt me like a lion, and again display Your power against me.
17ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπʼ ἐμὲ πειρατήρια.
17You produce new witnesses against me and multiply Your anger toward me. Hardships assault me in wave after wave.
18Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,
18Why then did You bring me from the womb? Oh, that I had died, and no eye had seen me!
19καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
19If only I had never come to be, but had been carried from the womb to the grave.
20Ἢ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν,
20Are my days not few? Withdraw from me, that I may have a little comfort,
21πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν,
21before I go—never to return— to a land of darkness and gloom,
22εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.
22to a land of utter darkness, of deep shadow and disorder, where even the light is like darkness.”
Tip: use the ← and → keys to turn chapters.