ΗΣΑΙΑΣ 45
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Οὕτῳ λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται.
1ΟΥΤΩ λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται.
2Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνκλάσω.
2ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω
3Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ καλῶν τὸ ὄνομά σουὁ, Θεὸς Ἰσραήλ.
3καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ καλῶν τὸ ὄνομά σου, ὁ Θεὸς Ἰσραήλ.
4Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με,
4ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με
5ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός· ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με,
5ὅτι ἐγὼ Κύριος ὁ Θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ Θεός, ἐνίσχυσά σε καὶ οὐκ ᾔδεις με,
6ἵνα γνῶσιν οἱ ἀπʼ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι.
6ἵνα γνῶσι οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεός, καὶ οὐκ ἔστιν ἔτι·
7Ἐγὼ ἡ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιῶν πάντα ταῦτα.
7ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα.
8Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὁ κτίσας σε.
8εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ρανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὁ κτίσας σε.
9Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, τί ποιεῖς ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό;
9Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας;
10Ὁ λέγων τῷ πατρὶ, τί γεννήσεις; καὶ τῇ μητρί, τί ὠδίνεις;
10μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; ὁ λέγων τῷ πατρί· τί γεννήσεις; καὶ τῇ μητρί· τί ὠδίνεις;
11Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα, ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.
11ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα· ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.
12Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπʼ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.
12ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.
13Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ.
13ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ.
14Οὕτω λέγει Κύριος σαβαὼθ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου.
14Οὕτω λέγει Κύριος σαβαώθ· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ·
15Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωρήρ.
15σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.
16Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ· ἐγκαινίζεσθε πρὸς μὲ νῆσοι.
16αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι.
17Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι.
17Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι.
18Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτὴν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν, ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι.
18Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι.
19Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν.
19οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ· μάταιον ζητήσατε. ἐγώ εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.
20Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν· οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ οἱ προσευχόμενοι πρὸς θεοὺς, οἳ οὐ σώζουσιν.
20συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν, οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ οἱ προσευχόμενοι ὡς πρὸς θεούς, οἳ οὐ σῴζουσι.
21Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπʼ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ ἐμοῦ.
21εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾿ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ.
22Ἐπιστράφητε ἐπʼ ἐμὲ, καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.
22ἐπιστράφητε ἐπ᾿ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ᾿ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος.
23Κατʼ ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν,
23κατ᾿ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ Θεῷ
24λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες αὐτούς.
24λέγων· δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσι καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς·
25Ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.
25ἀπὸ Κυρίου δικαιωθήσονται καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.
Tip: use the ← and → keys to turn chapters.