ΗΣΑΙΑΣ 21
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν
1ΩΣ καταιγὶς δι᾿ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν
2τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι· ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ· ἐπʼ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται· νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
2τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ᾿ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾿ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
3Διατοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.
3διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.
4Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.
4ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.
5Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεοὺς,
5ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.
6ὅτι οὕτως εἶπε πρὸς μὲ Κύριος, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον.
6ὅτι οὕτως εἶπε πρός με Κύριος· βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον·
7Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτη ὄνου, καὶ ἀναβάτην καμήλου· ἀκρόασαι ἀκρόασιν πολλήν,
7καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν
8καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν· Κύριος εἶπεν, ἔστην διαπαντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
8καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
9καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος· καὶ ἀποκριθεὶς εἶπε, πέπτωκε πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.
9καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. καὶ ἀποκριθεὶς εἶπε· πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.
10Ἀκούσατε οἱ καταλελειμμένοι, καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἸΔΟΥΜΑΙΑΣ.
10ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.
11Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεὶρ, φυλάσσετε ἐπάλξεις.
11Τὸ ὅραμα τῆς Ἰδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· φυλάσσετε ἐπάλξεις.
12Φυλάσσω τοπρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρʼ ἐμοὶ οἴκει,
12φυλάσσω τὸ πρωΐ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ᾿ ἐμοὶ οἴκει·
13ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθῇς, ἢ ἐν τῇ ὁδῷ Δαιδάν.
13ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδάν.
14Εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι
14εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν πεφονευμένων
15διὰ τὸ πλῆθος τῶν πεφονευμένων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
15καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
16Διότι οὕτως εἶπέ μοι Κύριος, ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδὰρ,
16διότι οὕτως εἶπέ μοι Κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,
17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησε. ΤΟ ῬΗΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ.
17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησεν.
Tip: use the ← and → keys to turn chapters.