ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 6
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
1「这是耶和华—你们 神所吩咐教训你们的诫命、律例、典章,使你们在所要过去得为业的地上遵行,
2Ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.
2好叫你和你子子孙孙一生敬畏耶和华—你的 神,谨守他的一切律例诫命,就是我所吩咐你的,使你的日子得以长久。
3Καὶ ἄκουσον Ἰσραὴλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ἠ·, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι·
3以色列 啊,你要听,要谨守遵行,使你可以在那流奶与蜜之地得以享福,人数极其增多,正如耶和华—你列祖的 神所应许你的。
4καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆν Αἰγύπτου. Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι.
4「 以色列 啊,你要听!耶和华—我们 神是独一的主。
5Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.
5你要尽心、尽性、尽力爱耶和华—你的 神。
6Καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου, καὶ ἐν τῇ ψυχῇ σου.
6我今日所吩咐你的话都要记在心上,
7Καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος.
7也要殷勤教训你的儿女。无论你坐在家里,行在路上,躺下,起来,都要谈论。
8Καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου.
8也要系在手上为记号,戴在额上为经文;
9Καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν.
9又要写在你房屋的门框上,并你的城门上。」
10Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ Ἁβραὰμ, καὶ τῷ Ἰσαακ, καὶ τῷ Ἰακώβ, δοῦναί σοι πόλεις μεγάλας καὶ καλὰς ἃς οὐκ ᾠκοδόμησας,
10「耶和华—你的 神领你进他向你列祖 亚伯拉罕 、 以撒 、 雅各 起誓应许给你的地。那里有城邑,又大又美,非你所建造的;
11οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ
11有房屋,装满各样美物,非你所装满的;有凿成的水井,非你所凿成的;还有葡萄园、橄榄园,非你所栽种的;你吃了而且饱足。
12Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
12那时你要谨慎,免得你忘记将你从 埃及 地、为奴之家领出来的耶和华。
13Κύριον τὸν Θεόν σου φοβήθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.
13你要敬畏耶和华—你的 神,事奉他,指着他的名起誓。
14Οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν,
14不可随从别神,就是你们四围国民的神;
15ὅτι ὁ Θεὸς ζηλωτὴς Κύριος ὁ Θεός σου ἐν σοί· μὴ ὀργισθεὶς θυμῷ Κύριος ὁ Θεός σου σοὶ, ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς.
15因为在你们中间的耶和华—你 神是忌邪的 神,惟恐耶和华—你 神的怒气向你发作,就把你从地上除灭。
16Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ πειρασμῷ.
16「你们不可试探耶和华—你们的 神,像你们在 玛撒 那样试探他。
17Φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια, καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι.
17要留意遵守耶和华—你们 神所吩咐的诫命、法度、律例。
18Καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν,
18耶和华眼中看为正、看为善的,你都要遵行,使你可以享福,并可以进去得耶和华向你列祖起誓应许的那美地,
19ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
19照耶和华所说的,从你面前撵出你的一切仇敌。
20Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον, λέγων, τί ἐστι τὰ μαρτύρια, καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν;
20「日后,你的儿子问你说:『耶和华—我们 神吩咐你们的这些法度、律例、典章是什么意思呢?』
21Καὶ ἐρεῖς τῷ υἱῷ σου, οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ.
21你就告诉你的儿子说:『我们在 埃及 作过法老的奴仆;耶和华用大能的手将我们从 埃及 领出来,
22Καὶ ἔδωκε Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν,
22在我们眼前,将重大可怕的神迹奇事施行在 埃及 地和法老并他全家的身上,
23καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δαῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν ἡμῶν.
23将我们从那里领出来,要领我们进入他向我们列祖起誓应许之地,把这地赐给我们。
24Καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα· φοβεῖσθαι Κύριον τὸν Θεὸν ἡμῶν, ἵνα εὖ ἠ· ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον.
24耶和华又吩咐我们遵行这一切律例,要敬畏耶和华—我们的 神,使我们常得好处,蒙他保全我们的生命,像今日一样。
25Καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν.
25我们若照耶和华—我们 神所吩咐的一切诫命谨守遵行,这就是我们的义了。』」
Tip: use the ← and → keys to turn chapters.