ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 33
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ.
1以下是神人 摩西 在未死之先为 以色列 人所祝的福:
2Καὶ εἶπε, Κύριος ἐκ Σινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν, σὺν μυρίασι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετʼ αὐτοῦ.
2他说:耶和华从 西奈 而来, 从 西珥 向他们显现, 从 巴兰山 发出光辉, 从万万圣者中来临, 从他右手为百姓传出烈火的律法。
3Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσί· καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
3他疼爱百姓; 众圣徒都在他手中。 他们坐在他的脚下, 领受他的言语。
4νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.
4摩西 将律法传给我们, 作为 雅各 会众的产业。
5Καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.
5百姓的众首领, 以色列 的各支派, 一同聚会的时候, 耶和华在 耶书 中为王。
6Ζήτω Ῥουβὴν, καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
6愿 吕便 存活,不致死亡; 愿他人数不致稀少。
7Καὶ αὕτη Ἰούδα· εἰσάκουσον Κύριε φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ.
7为 犹大 祝福说: 求耶和华俯听 犹大 的声音, 引导他归于本族; 他曾用手为自己争战, 你必帮助他攻击敌人。
8Καὶ τῷ Λευὶ εἶπε, δότε Λευὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ· ἐλοιδόρησαν αὐτὸν ἐφʼ ὕδατος ἀντιλογίας·
8论 利未 说: 耶和华啊 ,你的土明和乌陵 都在你的虔诚人那里。 你在 玛撒 曾试验他, 在 米利巴 水与他争论。
9Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησε.
9他论自己的父母说: 我未曾看见; 他也不承认弟兄, 也不认识自己的儿女。 这是因 利未 人遵行你的话, 谨守你的约。
10Δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διαπαντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
10他们要将你的典章教训 雅各 , 将你的律法教训 以色列 。 他们要把香焚在你面前, 把全牲的燔祭献在你的坛上。
11Εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφῦν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.
11求耶和华降福在他的财物上, 悦纳他手里所办的事。 那些起来攻击他和恨恶他的人, 愿你刺透他们的腰, 使他们不得再起来。
12Καὶ τῷ Βενιαμὶν εἶπεν, ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπʼ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.
12论 便雅悯 说: 耶和华所亲爱的必同耶和华安然居住; 耶和华终日遮蔽他,也住在他两肩之中。
13Καὶ τῷ Ἰωσὴφ εἶπεν, ἀπʼ εὐλογίας Κύριου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν,
13论 约瑟 说: 愿他的地蒙耶和华赐福, 得天上的宝物、甘露, 以及地里所藏的泉水;
14καὶ καθʼ ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν,
14得太阳所晒熟的美果, 月亮所养成的宝物;
15ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων,
15得上古之山的至宝, 永世之岭的宝物;
16καὶ καθʼ ὥραν γῆς πληρώσεως· καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπʼ ἀδελφοῖς.
16得地和其中所充满的宝物, 并住荆棘中上主的喜悦。 愿 这些福 都归于 约瑟 的头上, 归于那与弟兄迥别之人的顶上。
17Πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα, ἕως ἀπʼ ἄκρου γῆς· αὗται μυρίαδες Ἐφραὶμ, καὶ αὗται χιλιάδες Μανασσῆ.
17他为牛群中头生的,有威严; 他的角是野牛的角, 用以抵触万邦,直到地极。 这角是 以法莲 的万万, 玛拿西 的千千。
18Καὶ τῷ Ζαβουλὼν εἶπεν, εὐφράνθητι Ζαβουλὼν ἐν ἐξοδίᾳ σου, καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
18论 西布伦 说: 西布伦 哪,你出外可以欢喜。 以萨迦 啊,在你帐棚里可以快乐。
19Ἔθνη ἐξολοθρεύσουσι· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης· ὅτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων.
19他们要将列邦召到山上, 在那里献公义的祭; 因为他们要吸取海里的丰富, 并沙中所藏的珍宝。
20Καὶ τῷ Γὰδ εἶπεν, εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.
20论 迦得 说: 使 迦得 扩张的应当称颂! 迦得 住如母狮; 他撕裂膀臂,连头顶也撕裂。
21Καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε, καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
21他为自己选择头一段地, 因在那里有设立律法者的分存留。 他与百姓的首领同来; 他施行耶和华的公义 和耶和华与 以色列 所立的典章。
22Καὶ τῷ Δὰν εἶπε, Δὰν σκύμνος λέοντος, καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.
22论 但 说: 但 为小狮子, 从 巴珊 跳出来。
23Καὶ τῷ Νεφθαλὶ εἶπε, Νεφθαλὶ πλησμονὴ δεκτῶν· καὶ ἐμπλησθήτω εὐλογία παρὰ Κυρίου· θάλασσαν καὶ Λίβα κληρονομήσει.
23论 拿弗他利 说: 拿弗他利 啊,你足沾恩惠, 满得耶和华的福, 可以得西方和南方为业。
24Καὶ τῷ Ἀσὴρ εἶπεν, εὐλογημένος ἀπὸ τέκνων Ἀσήρ, καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ· βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ.
24论 亚设 说: 愿 亚设 享受多子的福乐, 得他弟兄的喜悦, 可以把脚蘸在油中。
25Σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται· ὡς αἱ ἡμέραι σου, ἡ ἰσχύς σου.
25你的门闩是铜的,铁的。 你的日子如何,你的力量也必如何。
26Οὐκ ἔστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου, ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου, καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
26耶书 哪,没有能比 神的。 他为帮助你,乘在天空, 显其威荣,驾行穹苍。
27Καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων· καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν, λέγων, ἀπόλοιο.
27永生的 神是 你的 居所; 他永久的膀臂在你以下。 他在你前面撵出仇敌, 说:毁灭吧。
28Καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς, μόνος ἐπὶ γῆς Ἰακὼβ, ἐπὶ σίτῳ καὶ οἴνῳ· καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ.
28以色列 安然居住; 雅各 的本源独居五谷新酒之地。 他的天也滴甘露。
29Μακάριος σὺ Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου· καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
29以色列 啊,你是有福的! 谁像你这蒙耶和华所拯救的百姓呢? 他是你的盾牌,帮助你, 是你威荣的刀剑。 你的仇敌必投降你; 你必踏在他们的高处。
Tip: use the ← and → keys to turn chapters.