ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
Chapter 14
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 14

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀναμέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ.
1あなたがたはあなたの神、主の子供である。死者のために自分の身に傷をつけたり、目の間の毛を剃り落としたりしてはならない。
2Ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σε ἐξελέξατο Κύριος ὁ Θεός σου γενέσθαι σε λαὸν αὐτῷ περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.
2あなたはあなたの神、主にとって聖なる民だからである。主は地の面にいるすべての民の中から、ご自身の所有の民とするためにあなたを選ばれた。
3Οὐ φάγεσθε πᾶν βδέλυγμα.
3あなたは忌まわしいものをいっさい食べてはならない。
4Ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν·
4あなたがたが食べてもよい動物は次のとおりである。牛、羊、山羊、
5ἔλαφον, καὶ δορκάδα, καὶ πύγαργον, ὄρυγα, καὶ καμηλοπάρδαλιν.
5鹿、ガゼル、ノロジカ、野山羊、アイベックス、アンテロープ、シャモアである。
6Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε.
6動物のうち、ひづめが分かれ、ひづめが完全に二つに割れており、反すうするものはすべて食べてもよい。
7Καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, καὶ δασύποδα, καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσι μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι.
7ただし、反すうするもの、あるいは完全にひづめが分かれているもののうち、これらは食べてはならない。らくだ、野うさぎ、うさぎである。これらは反すうするがひづめが分かれていないため、あなたがたには汚れたものである。
8Καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.
8豚は、ひづめが分かれているが反すうしないため、あなたがたには汚れたものである。あなたがたはこれらの肉を食べてはならず、その死骸に触れてはならない。
9Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι, πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε.
9水の中にいるすべてのもののうち、これらは食べてもよい。ひれとうろこがあるものはすべて食べてもよい。
10Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε· ἀκάθαρτα ὑμῖν ἐστι.
10ひれとうろこがないものはすべて食べてはならない。それはあなたがたには汚れたものである。
11Πᾶν ὄρνεον καθαρὸν φάγεσθε.
11きよい鳥はすべて食べてもよい。
12Καὶ ταῦτα οὐ φάγεσθε ἀπʼ αὐτῶν· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιάετον,
12しかし、これらは食べてはならない鳥である。鷲、はげわし、黒はげわし、
13καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον, καὶ τὰ ὅμοια αὐτῷ,
13赤とび、隼、あらゆる種類のとび、
no verse 14 in this text
14あらゆる種類のからす、
15καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον,
15だちょう、ふくろう、かもめ、あらゆる種類の鷹、
16καὶ ἐρωδιὸν, καὶ κύκνον, καὶ ἶβιν,
16小ふくろう、大ふくろう、みみずく、
17καὶ καταράκτην, καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτικόρακα,
17ペリカン、はげ鷹、鵜、
18καὶ πελακᾶνα, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα, καὶ νυκτερίδα.
18こうのとり、あらゆる種類のさぎ、やつがしら、こうもりである。
19Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν· οὐ φάγεσθε ἀπʼ αὐτῶν.
19羽のある昆虫はすべて、あなたがたには汚れたものである。それらは食べてはならない。
20Πᾶν πετεινὸν καθαρὸν φάγεσθε.
20きよい鳥はすべて食べてもよい。
21Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ, ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
21自然に死んだものは一切食べてはならない。あなたはそれを、あなたの町に住む寄留者に与えて食べさせてもよいし、外国人に売ってもよい。あなたはあなたの神、主にとって聖なる民だからである。 子山羊をその母の乳で煮てはならない。
22Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατʼ ἐνιαυτόν.
22あなたは毎年、畑から得られるあなたの種のすべての収穫の十分の一を、必ず取り分けよ。
23Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.
23あなたはあなたの神、主の前、主がご自分の名を住まわせるために選ばれる場所で、あなたの穀物、新しいぶどう酒、油の十分の一、および牛や羊の群れの初子を食べよ。それは、あなたがあなたの神、主を常に恐れることを学ぶためである。
24Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σοῦ,
24あなたの神、主があなたを祝福されたとき、もしその道が遠すぎてそれを運ぶことができず、あなたの神、主がご自分の名を置くために選ばれる場所があなたから遠すぎるなら、
25καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.
25あなたはそれを金に換え、その金を手に握って、あなたの神、主が選ばれる場所へ行きなさい。
26Καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἤ ἐπὶ προβάτοις, ἢ ἐτʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ φυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου,
26その銀で、牛でも羊でも、ぶどう酒でも強い酒でも、あなたが望むものを何でも買い、そこであなたの神、主の前で食べ、家族とともに喜び楽しめ。
27καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.
27あなたの町に住むレビ人を見捨ててはならない。彼にはあなたとともに持つ割り当ても所有地もないからである。
28Μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γεννημάτων σου, ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου.
28三年の終わりごとに、その年の産物の十分の一をすべて持ち出し、町の中に蓄えておけ。
29Καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.
29レビ人はあなたとともに持つ割り当ても所有地もないので、彼と、あなたの町に住む寄留者、孤児、やもめが来て、食べて満ち足りるようにしなさい。そうすれば、あなたの神、主は、あなたの手が行うすべての業においてあなたを祝福される。

Tip: use the ← and → keys to turn chapters.