ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 3
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐπιστραφέντες, ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὤγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτου εἰς πόλεμον εἰς Ἑδραΐμ.
1それからわたしたちは向きを変え、バシャンの道へ上って行った。バシャンの王オグは、彼とそのすべての民とともにエドレイで戦うためにわたしたちを迎え撃つために出て来た。
2Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών.
2主はわたしに言われた。「彼を恐れてはならない。わたしは彼とそのすべての民、その地をあなたの手に引き渡した。ヘシュボンに住んでいたアモリ人の王シホンにしたのと同じように、彼にも同じようにせよ。」
3Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
3こうしてわたしたちの神、主はバシャンの王オグとそのすべての民をもわたしたちの手に引き渡され、わたしたちは彼を打ち、一人も残さなかった。
4Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῷ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρʼ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν·
4わたしたちはその時、彼のすべての町を取った。わたしたちが彼らから取らなかった町は一つもなかった。すなわち、アルゴブの全地方である六十の町、バシャンにおけるオグの王国である。
5Πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.
5これらの町はすべて、高い城壁、門、かんぬきで要塞化されていた。これに加えて、城壁のない町が非常にたくさんあった。
6Ἐξωλοθρεύσαμεν, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας, καὶ τὰ παιδία,
6わたしたちはヘシュボンの王シホンにしたように、すべての人の住む町と、女と、幼子を完全に滅ぼした。
7καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
7しかし、すべての家畜と町々のぶんどり物は、わたしたち自身の獲物として取った。
8Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάῤῥου Ἀρνὼν καὶ ἕως Ἀερμών·
8わたしたちはその時、ヨルダン川の向こう側にいた二人のアモリ人の王の手から、アルノン川の谷からヘルモン山に至るまでの地を取った。
9Οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ Ἀμοῤῥαῖος ἐπωνόμασεν αὐτὸ Σανίρ·
9(シドン人はヘルモン山をシルヨンと呼び、アモリ人はそれをセニルと呼んでいる。)
10Πᾶσαι πόλεις Μισὼρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραῒμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν·
10すなわち、平野のすべての町、全ギルアデ、そしてバシャンにおけるオグの王国の町々であるサルカとエドレイに至る全バシャンである。
11Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλὶνη αὐτοῦ κλὶνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμών· ἐννέα πήχεων τὸ μηκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
11(レファイムの生き残りはバシャンの王オグだけであった。見よ、彼の寝台は鉄の寝台であった。それはアンモンの子らのラバにないだろうか。一般的なキュビトで、その長さは九キュビト 、その幅は四キュビトである。)
12Καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χείλος χειμάῤρου Ἀρνών, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ.
12その時、わたしたちはこの地を所有した。アルノン川の谷のほとりにあるアロエルから、ギルアデの山地の半分とその町々を、わたしはルベン人とガド人に与えた。
13Καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ, καὶ πᾶσαν τὴν Βασάν βασιλείαν Ὤγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ῥαφαῒν λογισθήσεται.
13ギルアデの残りの部分と、オグの王国である全バシャンを、わたしはマナセの半部族に与えた。アルゴブの全地方と全バシャンである。(そこはレファイムの地と呼ばれている。
14Καὶ Ἰαῒρ υἱὸς Μανασσὴ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Θαυὼθ Ἰαεῒρ ἕως τῆς ἡμέρας ταύτης.
14マナセの子ヤイルはアルゴブの全地方を、ゲシュル人とマアカ人の境界まで取り、それら、すなわちバシャンを自分の名にちなんでハボテ・ヤイルと呼んだ。それは今日に至っている。)
15Καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ.
15わたしはマキルにギルアデを与えた。
16Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γάδ δέδωκα ὑπὸ τῆς Γαλαὰδ ἕως χειμάῤῥου Ἀρνών μέσον τοῦ χειμάῤῥου ὅριον καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάῤῥους ὅριον τοῖς υἱοῖς Ἀμμάν·
16わたしはルベン人とガド人に、ギルアデからアルノン川の谷まで、谷の真ん中とその境界を与え、またアンモンの子らの境界であるヤボク川に至るまでを与えた。
17Καὶ ἡ Ἄραβα καὶ ὁ Ἰορδάνης ὅριον Μαχαναρὲθ, καὶ ἕως θαλάσσης Ἄραβά, θαλάσσης ἁλυκῆς ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν.
17アラバとヨルダン川とその境界も、キネレトからアラバの海、すなわち塩の海に至るまで、東のピスガの斜面の下を与えた。
18Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ πᾶς δυνατός.
18その時、わたしはあなたがたに命じた。「あなたがたの神、主は、この地をあなたがたの所有として与えられた。勇士たちは皆、武装して兄弟であるイスラエルの子らの先頭に立ち、渡って行け。
19Πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν, ἕως ἂν καταπαύσῃ Κύριος ὁ
19ただし、妻たち、幼子たち、家畜――あなたがたに多くの家畜があることを、わたしは知っている――は、わたしが与えた町々にとどまっていなさい。
20Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν.
20主があなたがたと同じように兄弟たちにも安息を与え、彼らもヨルダン川の向こう側で、あなたがたの神、主が与えられる地を所有するまでである。その後、それぞれわたしが与えた所有地へ帰りなさい。」
21Καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφʼ ἃς σὺ διαβαίνεις ἐκεῖ.
21その時、わたしはヨシュアに命じて言った。「あなたの目は、あなたの神、主がこの二人の王になされたすべてのことを見た。主はあなたが渡って行くすべての王国にも、そのようにされる。
22Οὐ φοβηθήσεσθε ἀπʼ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν.
22彼らを恐れてはならない。あなたがたの神、主ご自身があなたがたのために戦われるからである。」
23Καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων,
23その時、わたしは主に願い求めて言った。
24Κύριε Θεὲ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου, καὶ τὴν δύναμίν σου, καὶ τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ, καὶ κατὰ τὴν ἰσχύν σου;
24「主なる神よ、あなたはしもべにあなたの偉大さとあなたの力強い御手を示し始められました。天にも地にも、あなたの御業やあなたの力強い行いのようなことができる神が、ほかにいるでしょうか。
25Διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον.
25どうか私を渡らせ、ヨルダン川の向こう側にある良い地、あの良い山地とレバノンを見させてください。」
26Καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου· καὶ εἶπε Κύριος πρὸς μέ, ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον.
26しかし主はあなたがたのゆえにわたしに対して怒り、わたしの願いを聞き入れられなかった。主はわたしに言われた。「それで十分だ。このことについては、もう二度とわたしに語ってはならない。
27Ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ λελαξευμένου, καὶ ἀναβλέψας τοὶς ἀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ Βοῤῥᾶν καὶ Λίβα καὶ ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.
27ピスガの頂に登り、西、北、南、東に目を向けて、あなたの目でそれを見なさい。あなたは決してこのヨルダン川を渡ることはないからである。
28Καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτὸν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν ἣν ἑώρακας.
28しかし、ヨシュアに命じ、彼を励まし、彼を力づけなさい。彼がこの民の先頭に立って渡り、彼があなたの見る地を彼らに受け継がせるからである。」
29Καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.
29こうしてわたしたちはベテ・ペオルの向かいの谷にとどまった。
Tip: use the ← and → keys to turn chapters.