ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 8
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Πάσας τὰς ἐντολὰς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν ὤμοσε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς πατράσιν ὑμῶν.
1今日わたしが命じるすべての命令を注意して行え。そうすれば、あなたがたは生きて増え広がり、主が父祖たちに誓われた地に入って、それを所有することができる。
2Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.
2あなたの神、主がこの四十年の間、荒野で導かれた全道程を思い起こせ。主があなたをへりくだらせ、試み、命令を守るかどうか、あなたの心にあるものを知るためであった。
3Καὶ ἐκάκωσέ σε, καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος.
3主はあなたを低くし、あなたを飢えさせ、あなたもあなたの父祖たちも知らなかったマナであなたを養われた。それは、人はパンだけで生きるのではなく、主の口から出るすべての言葉によって生きることをあなたに知らせるためであった。
4Τὰ ἱμάτιά σου οὐκ ἐπαλαιώθη ἀπὸ σοῦ, τὰ ὑποδήματά σου οὐ κατετρίβη ἀπὸ σοῦ· οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη.
4この四十年間、あなたの着物はすり切れず、あなたの足は腫れなかった。
5Καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴτις ἄνθρωπος παιδεύσῃ τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε.
5あなたは、人がその子を懲らしめるように、あなたの神、主があなたを懲らしめられることを心に留めなさい。
6Καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ φοβεῖσθαι αὐτόν.
6あなたはあなたの神、主の命令を守り、その道を歩み、主を恐れなさい。
7Ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, οὗ χείμαῤῥοι ὑδάτων, καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·
7あなたの神、主があなたを良い地へ導き入れようとしておられるからである。そこは水の流れ、泉、地下水が谷と山に流れ出る地であり、
8Γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ῥοαί· γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος·
8小麦、大麦、ぶどうの木、いちじくの木、ざくろの地であり、オリーブの木と蜜の地である。
9γῆ ἐφʼ ἧς οὐ μετὰ πτωχείας φαγῇ τὸν ἄρτον σου, καὶ οὐκ ἐνδεηθήσῃ ἐπʼ αὐτῆς οὐδέν· γῆ ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν.
9そこはあなたが乏しい思いをせずにパンを食べ、何一つ欠けることのない地である。その地の石は鉄であり、その丘からは銅を掘り出すことができる。
10Καὶ φαγῇ καὶ ἐμπλησθήσῃ, καὶ εὐλογήσεις Κύριον τὸν Θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς δέδωκέ σοι.
10あなたが食べて満ち足りたとき、主があなたに与えられたその良い地のゆえに、あなたの神、主をほめたたえなさい。
11Πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον·
11わたしが今日あなたに命じる主の命令、法、および掟を守らずに、あなたの神、主を忘れることがないように気をつけなさい。
12Μὴ φαγὼν καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς,
12あなたが食べて満ち足り、良い家を建ててそこに住み、
13καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι,
13あなたの牛や羊の群れが増え、あなたの銀や金が増え、あなたの持っているすべてのものが増えたとき、
14ὑψωθῇς τῇ καρδίᾳ, καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας·
14あなたの心が高ぶり、あなたの神、主を忘れることがないようにしなさい。主はあなたをエジプトの地から、奴隷の家から導き出された方であり、
15τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων, καὶ σκορπίος, καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ· τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος·
15毒蛇やさそりがいる、水のない乾ききったあの大きくて恐ろしい荒野をあなたに歩ませ、硬い岩からあなたのために水を注ぎ出された方である。
16τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε, καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήσῃ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν σου.
16主は、あなたの父祖たちが知らなかったマナで、荒野においてあなたを養われた。それはあなたを低くして試み、後になってあなたに幸いをもたらすためであった。
17Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἡ ἰσχύς μου, καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέ μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην.
17あなたは心の中で、「私の力と私の手の勢いが、この富を私に得させたのだ」と言ってはならない。
18Καὶ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν, καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσε Κύριος τοῖς πατράσι σου, ὡς σήμερον.
18あなたの神、主を思い起こせ。富を得る力をあなたに与えられるのは主である。今日あるとおり、父祖たちに誓われた契約を確立するためである。
19Καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς, ὀπίσω θεῶν ἑτέρων, καὶ λατρεύσῃς αὐτοῖς, καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε.
19もしあなたがあなたの神、主を忘れ、他の神々に従って歩み、それらに仕え、それらを拝むなら、わたしは今日あなたがたに対して証言する。あなたがたは必ず滅びる。
20Καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα Κύριος ὁ Θεὸς ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε, ἀνθʼ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.
20主があなたがたの前から滅ぼされる国々のように、あなたがたも滅びるのである。あなたがたが、あなたがたの神、主の御声に聞き従おうとしなかったからである。
Tip: use the ← and → keys to turn chapters.