ΒΑΣΙΛΕΙΩΝ Δ
Chapter 13
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Δ 13

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη.
1猶大 王 亞哈謝 的兒子 約阿施 二十三年, 耶戶 的兒子 約哈斯 在 撒馬利亞 登基作 以色列 王十七年。
2Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη ἀπʼ αὐτῆς.
2約哈斯 行耶和華眼中看為惡的事,效法 尼八 的兒子 耶羅波安 使 以色列 人陷在罪裏的那罪,總不離開。
3Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας.
3於是,耶和華的怒氣向 以色列 人發作,將他們屢次交在 亞蘭 王 哈薛 和他兒子 便‧哈達 的手裏。
4Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλίψιν Ἰσραὴλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
4約哈斯 懇求耶和華,耶和華就應允他,因為見 以色列 人所受 亞蘭 王的欺壓。
5Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραὴλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης.
5耶和華賜給 以色列 人一位拯救者,使他們脫離 亞蘭 人的手;於是 以色列 人仍舊安居在家裏。
6Πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
6然而他們不離開 耶羅波安 家使 以色列 人陷在罪裏的那罪,仍然去行,並且在 撒馬利亞 留下 亞舍拉 。
7Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαὸς, ἀλλʼ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺ Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
7亞蘭 王滅絕 約哈斯 的民,踐踏他們如禾場上的塵沙,只給 約哈斯 留下五十馬兵,十輛戰車,一萬步兵。
8Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
8約哈斯 其餘的事,凡他所行的和他的勇力都寫在 以色列 諸王記上。
9Καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
9約哈斯 與他列祖同睡,葬在 撒馬利亞 。他兒子 約阿施 接續他作王。
10Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
10猶大 王 約阿施 三十七年, 約哈斯 的兒子 約阿施 在 撒馬利亞 登基作 以色列 王十六年。
11Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ· ἐν αὐτῇ ἐπορεύθη.
11他行耶和華眼中看為惡的事,不離開 尼八 的兒子 耶羅波安 使 以色列 人陷在罪裏的一切罪,仍然去行。
12Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
12約阿施 其餘的事,凡他所行的和他與 猶大 王 亞瑪謝 爭戰的勇力,都寫在 以色列 諸王記上。
13Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἰεροβοὰμ ἐκάθισεν ἐτὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ.
13約阿施 與他列祖同睡, 耶羅波安 坐了他的位。 約阿施 與 以色列 諸王一同葬在 撒馬利亞 。
14Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
14以利沙 得了必死的病, 以色列 王 約阿施 下來看他,伏在他臉上哭泣,說:「我父啊!我父啊! 以色列 的戰車馬兵啊!」
15Καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ, λάβε τόξον καὶ βέλη· καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη.
15以利沙 對他說:「你取弓箭來。」王就取了弓箭來;
16Καὶ εἶπε τῷ βασιλεῖ, ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπέθηκεν Ἑλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως,
16又對 以色列 王說:「你用手拿弓。」王就用手拿 弓 。 以利沙 按手在王的手上,
17καὶ εἶπεν, ἄνοιξον τὴν θυρίδα κατʼ ἀνατολάς· καὶ ἤνοιξε· καὶ εἶπεν Ἑλισαιὲ, τόζευσον· καὶ ἐτόζευσε· καὶ εἶπε, βέλος σωτηρίας τῷ Κυρίῳ, καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας.
17說:「你開朝東的窗戶。」他就開了。 以利沙 說:「射箭吧!」他就射箭。 以利沙 說:「這是耶和華的得勝箭,就是戰勝 亞蘭 人的箭;因為你必在 亞弗 攻打 亞蘭 人,直到滅盡他們。」
18Καὶ εἶπεν αὐτῷ Ἑλισαιὲ, λάβε τόξα· καὶ ἔλαβε· καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς, καὶ ἔστη·
18以利沙 又說:「取幾枝箭來。」他就取了來。 以利沙 說:「打地吧!」他打了三次,便止住了。
19Καὶ ἐλυπήθη ἐπʼ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπεν, εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας, καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.
19神人向他發怒,說:「應當擊打五六次,就能攻打 亞蘭 人直到滅盡;現在只能打敗 亞蘭 人三次。」
20Καὶ ἀπέθανεν Ἑλισαιὲ, καὶ ἔθαψαν αὐτόν· καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ.
20以利沙 死了,人將他葬埋。到了新年,有一群 摩押 人犯境,
21Καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον, καὶ ἔῤῥιψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ, καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.
21有人正葬死人,忽然看見一群人,就把死人拋在 以利沙 的墳墓裏,一碰着 以利沙 的骸骨,死人就復活,站起來了。
22Καὶ Ἀζαὴλ ἐξέθλιψε τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωάχαζ.
22約哈斯 年間, 亞蘭 王 哈薛 屢次欺壓 以色列 人。
23Καὶ ἠλέησε Κύριος αὐτοὺς καὶ ᾠκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπʼ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς, καὶ οὐκ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
23耶和華卻因與 亞伯拉罕 、 以撒 、 雅各 所立的約,仍施恩給 以色列 人,憐恤他們,眷顧他們,不肯滅盡他們,尚未趕逐他們離開自己面前。
24Καὶ ἀπέθανεν Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἄδερ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
24亞蘭 王 哈薛 死了,他兒子 便‧哈達 接續他作王。
25Καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωάχαζ, καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἄδερ υἱοῦ Ἄζαὴλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωάχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς, καὶ ἐπέστρεψε τὰς πόλεις Ἰσραήλ.
25從前 哈薛 和 約阿施 的父親 約哈斯 爭戰,攻取了些城邑,現在 約哈斯 的兒子 約阿施 三次打敗 哈薛 的兒子 便‧哈達 ,就收回了 以色列 的城邑。

Tip: use the ← and → keys to turn chapters.