ゼカリヤ書
Chapter 7

ゼカリヤ書

Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1ダレイオス王の第四年、第九の月、すなわちキスレウの月の四日に、主の言葉がゼカリヤに臨んだ。
1ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστι Χασελεῦ·
2ベテルの人々は、シャレツェル、レゲム・メレク、およびその部下たちを遣わして、主の恵みを求めさせ、
2καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον
3万軍の主の家の祭司たちと預言者たちに尋ねさせた。「私はこれまで長年行ってきたように、第五の月に泣き、身を慎むべきでしょうか。」
3λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη.
4すると万軍の主の言葉が私に臨んだ。
4καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς ἐμὲ λέγων·
5「この地のすべての民と祭司たちに告げよ。『あなたがたがこの七十年間、第五の月と第七の月に断食して嘆いた時、本当に私のために断食したのか。まことに私のためだったのか。
5εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι;
6あなたがたが食べる時、自分たちのために食べ、飲む時、自分たちのために飲んでいるのではないか。
6καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε;
7エルサレムとその周囲の町々に人が住んで繁栄し、南の地と低地にも人が住んでいた時、主がかつての預言者たちを通して告げられたのは、これらの言葉ではないか。』」
7οὐχ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις κυκλόθεν αὐτῆς καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;
8主の言葉がゼカリヤに臨んだ。
8καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων·
9「万軍の主はこう言われる。『真実に基づいて裁き、互いに慈しみとあわれみを示せ。
9τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα δίκαιον κρίνετε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
10やもめ、みなしご、寄留者、貧しい者を虐げてはならない。心の中で、互いに悪を企んではならない。』
10καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.
11しかし彼らは聞くことを拒み、背を向け、耳をふさいで聞こうとしなかった。
11καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
12彼らは、律法と、万軍の主がその霊によってかつての預言者たちを通して送られた言葉を聞かないように、その心を火打ち石のように堅くした。それゆえ、万軍の主から激しい怒りが下った。
12καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ ἐσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος.
13『私が呼んでも彼らが聞かなかったように、彼らが呼んでも私は聞かない』と万軍の主は言われた。
13καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ.
14『私は、彼らの知らなかったすべての国々の間に、つむじ風で彼らを散らした。その後、地は荒れ果て、行き来する者もいなくなった。彼らは麗しい地を荒れ果てさせた。』」
14καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.

Tip: use the ← and → keys to turn chapters.