ゼカリヤ書 3
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1主は、大祭司ヨシュアが主の使いの前に立ち、サタンが彼を訴えるためにその右に立っているのを私に見せられた。
1ΚΑΙ ἔδειξέ μοι Κύριος Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.
2主はサタンに言われた。「サタンよ、主があなたを叱責される。エルサレムを選ばれた主が、あなたを叱責される。これは火の中から取り出された燃えさしではないか。」
2καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
3ヨシュアは汚れた衣を着て、御使いの前に立っていた。
3καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ρυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
4御使いは、自分の前に立っている者たちに命じた。「彼から汚れた衣を脱がせよ。」そしてヨシュアに言った。「見よ、私はあなたの不義を取り除いた。あなたに晴れ着を着せよう。」
4καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· ἀφέλετε τὰ ἱμάτια τὰ ρυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ἀφῃ£ρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη
5私は言った。「彼の頭に清いターバンをかぶせてください。」 そこで彼らはその頭に清いターバンをかぶせ、彼に衣を着せた。主の使いはそばに立っていた。
5καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τήν κεφαλὴν αὐτοῦ. καί περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει.
6主の使いはヨシュアに厳かに告げた。
6καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων·
7「万軍の主はこう言われる。『あなたが私の道を歩み、私の命令を守るなら、あなたは私の家を治め、私の宮の庭を守る。また、ここに立っている者たちの間を行き来することを、あなたに許す。
7τάδε λέγει Κύριος παντοκράτωρ· ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
8大祭司ヨシュアよ、今、聞け。あなたと、あなたの前に座る仲間たちは、しるしとなる人々である。見よ、私は私のしもべ、若枝を来させる。
8ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·
9見よ、私がヨシュアの前に置いた石を。一つの石に七つの目がある。見よ、私はそれに文字を刻む』と万軍の主は言われる。『私は一日のうちに、この地の不義を取り除く。
9διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου τοῦ Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
10その日』と万軍の主は言われる。『あなたがたはそれぞれ、隣人をぶどうの木といちじくの木の下に招く。』」
10ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.
Tip: use the ← and → keys to turn chapters.