マルコ 8
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: Textus Receptus
1そのころ、非常に大勢の群衆が集まっていたが、食べる物が何もなかった。イエスは弟子たちを呼び寄せて言われた。
1Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς,
2「群衆をあわれに思う。もう三日も私と一緒にいるのに、食べる物がない。
2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι·
3空腹のまま家に帰らせれば、途中で力尽きてしまうだろう。遠くから来ている人もいるからである。」
3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασι.
4弟子たちは答えた。「この人里離れた所で、どこからパンを手に入れて、この人たちを満腹させられるでしょうか。」
4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας;
5イエスは彼らに尋ねられた。 「パンはいくつあるか。」 彼らは言った。「七つです。」
5Καὶ ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά.
6そこでイエスは、群衆に地面に座るよう命じられた。そして七つのパンを取り、感謝をささげてから裂き、配るよう弟子たちに渡された。弟子たちは群衆に配った。
6Καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7また、小さな魚が少しあった。イエスはそれらを祝福し、これも配るように言われた。
7Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπε παραθεῖναι καὶ αὐτά.
8人々は食べて満腹した。そして、残ったパン切れを集めると、七つのかごになった。
8Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9食べた人はおよそ四千人であった。それからイエスは彼らを解散させられた。
9Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10そしてすぐ弟子たちと共に舟に乗り、ダルマヌタ地方へ来られた。
10Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11パリサイ人たちが出て来て、イエスと議論を始めた。イエスを試そうとして、天からのしるしを求めたのである。
11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12イエスは心の中で深くため息をつき、言われた。 「なぜ、この世代は しるしを求めるのか。まことに、あなたがたに言う。この世代には、決してしるしは与えられない。」
12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13イエスは彼らを残し、再び舟に乗って向こう岸へ行かれた。
13Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν εἰς τὸ πλοῖον, ἀπῆλθεν εἰς τὸ πέραν.
14弟子たちはパンを持って来るのを忘れ、舟の中にはパンが一つしかなかった。
14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15イエスは彼らを厳しく戒めて言われた。 「よく注意して、パリサイ人のパン種とヘロデのパン種に用心しなさい。」
15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16弟子たちは、「これは自分たちにパンがないからだ」と互いに論じ合った。
16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν.
17イエスはそれに気づいて言われた。 「なぜ、パンがないことを論じ合っているのか。まだ気づかず、悟らないのか。心がまだ頑なになっているのか。
17Καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18目がありながら見えないのか。耳がありながら聞こえないのか。覚えていないのか。
18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε;
19私が五つのパンを五千人に裂いて与えたとき、パン切れをかごいっぱいに幾つ集めたか。」 彼らは答えた。「十二です。」
19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα.
20「七つのパンを四千人に裂いて与えたときは、パン切れをかごいっぱいに幾つ集めたか。」 彼らは答えた。「七つです。」
20Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; Οἱ δὲ εἶπον, Ἑπτά.
21イエスは彼らに言われた。 「まだ悟らないのか。」
21Καὶ ἔλεγεν αὐτοῖς, Πῶς οὐ συνίετε;
22彼らはベツサイダに来た。人々は目の見えない人をイエスのもとに連れて来て、触れてくださるよう願った。
22Καὶ ἔρχεται εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23イエスはその人の手を取って村の外へ連れ出された。そして、その目に唾をつけ、両手を彼の上に置いて、何か見えるかと尋ねられた。
23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24その人は目を上げて言った。「人が見えます。木のようなものが歩いています。」
24Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25そこでイエスはもう一度、両手を彼の目の上に置かれた。彼がじっと見ると、視力が戻り、すべてのものがはっきり見えるようになった。
25Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26イエスは彼を家に帰し、 「村に入ってはならない。村のだれにも話してはならない」 と言われた。
26Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27イエスは弟子たちと共に、カイサリア・フィリピ地方の村々へ出かけられた。その途中で弟子たちに尋ねられた。 「人々は、私をだれだと言っているか。」
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28彼らは答えた。「バプテスマのヨハネだと言う人もいれば、エリヤだと言う人もいます。また、預言者の一人だと言う人もいます。」
28Οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν· ἄλλοι δὲ ἕνα τῶν προφητῶν.
29イエスは彼らに言われた。 「では、あなたがたは私をだれだと言うのか。」 ペテロが答えた。「あなたはキリストです。」
29Καὶ αὐτὸς λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.
30するとイエスは、ご自分のことをだれにも話さないよう彼らに命じられた。
30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31それから、人の子は多くの苦しみを受け、長老、祭司長、律法学者たちから拒まれ、殺され、三日後によみがえらなければならないと、彼らに教え始められた。
31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32イエスはこのことをはっきりと話された。するとペテロはイエスをわきへお連れし、いさめ始めた。
32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ.
33しかしイエスは振り向き、弟子たちを見て、ペテロを叱って言われた。 「サタンよ、私の後ろに下がれ。あなたは神のことではなく、人のことを思っている。」
33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34それからイエスは、弟子たちと共に群衆を呼び寄せて言われた。 「だれでも私の後について来たいと思うなら、自分を捨て、自分の十字架を負って、私について来なさい。
34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35自分のいのちを救おうとする者はそれを失い、私と福音のために自分のいのちを失う者はそれを救うからである。
35Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
36人が全世界を手に入れても、自分のいのちを失うなら、何の益があるだろうか。
36Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37人は自分のいのちと引き換えに、何を与えることができるだろうか。
37Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38姦淫に満ちた罪深いこの時代にあって、私と私の言葉を恥じる者を、人の子も、聖なる御使いたちと共に父の栄光のうちに来るとき、恥じる。」
38Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Tip: use the ← and → keys to turn chapters.