マルコ 2
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1数日後、イエスが再びカペナウムに入られると、家におられるということが知れ渡った。
1Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾽ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν.
2すぐに大勢の人が集まり、戸口の辺りにさえ場所がないほどになった。イエスは彼らに御言葉を語られた。
2καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.¶
3そこへ四人の男が、体の麻痺した人を運んで来た。
3Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
4しかし、群衆のためにイエスのそばへ近づけなかったので、イエスのおられる所の屋根をはがして穴を開け、体の麻痺した人が横たわっている寝床をつり下ろした。
4καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο.
5イエスは彼らの信仰を見て、体の麻痺した人に言われた。 「子よ、あなたの罪は赦されている。」
5ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι
6ところが、そこに何人かの律法学者が座っていて、心の中で考えていた。
6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7「なぜこの男は、こんな冒涜の言葉を口にするのか。神おひとりのほかに、だれが罪を赦せるだろうか。」
7τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
8イエスは、彼らが心の中でそのように考えていることを、ご自分の霊ですぐに見抜き、言われた。 「なぜ心の中でそのようなことを考えているのか。
8καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9体の麻痺した人に、『あなたの罪は赦されている』と言うのと、『起きて、寝床を取り上げて歩きなさい』と言うのと、どちらが易しいか。
9τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;¶
10しかし、人の子が地上で罪を赦す権威を持っていることを、あなたがたが知るために――」 そして、体の麻痺した人に言われた。
10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει τῷ παραλυτικῷ·
11「あなたに言う。起きて寝床を取り上げ、自分の家に帰りなさい。」
11σοὶ λέγω· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.¶
12するとその人は立ち上がり、すぐに寝床を取り上げ、皆の前を通って出て行った。人々はみな驚き、「このようなことは、今まで見たことがない」と言って、神をあがめた。
12Καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδομεν.¶
13イエスは再び湖のほとりへ出て行かれた。群衆がみなイエスのもとに来たので、彼らを教えられた。
13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.¶
14通りがかりに、アルパヨの子レビが収税所に座っているのをご覧になり、 「私について来なさい」 と言われた。レビは立ち上がり、イエスに従った。
14Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.¶
15イエスがレビの家で食卓に着いておられると、大勢の徴税人や罪人も、イエスや弟子たちと共に食卓に着いた。このような人々が大勢いて、イエスに従っていたからである。
15Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθουν αὐτῷ.
16律法学者たちとパリサイ人たちは、イエスが罪人や徴税人と一緒に食事をしているのを見て、弟子たちに言った。「なぜ彼は徴税人や罪人と一緒に食べたり飲んだりするのか。」
16καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει
17イエスはこれを聞いて、彼らに言われた。 「健康な人に医者は必要ない。必要なのは病人である。私が来たのは、義人を招くためではなく、罪人を悔い改めに招くためである。」
17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλούς
18ヨハネの弟子たちとパリサイ人たちは断食をしていた。人々がイエスのもとに来て尋ねた。「ヨハネの弟子たちとパリサイ人の弟子たちは断食するのに、なぜあなたの弟子たちは断食しないのですか。」
18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;¶
19イエスは彼らに言われた。 「花婿が一緒にいる間、花婿の友人たちは断食できるだろうか。花婿が一緒にいる限り、断食することはできない。
19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν οὐ δύνανται νηστεύειν.
20しかし、花婿が彼らから取り去られる日が来る。その日には、彼らも断食する。
20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.¶
21だれも、まだ縮んでいない布を古い衣服に縫いつけたりはしない。そんなことをすれば、新しい継ぎ切れが古い衣服を引き裂き、破れがもっとひどくなる。
21οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.¶
22また、新しいぶどう酒を古い革袋に入れる人はいない。そんなことをすれば、ぶどう酒は革袋を破って流れ出し、革袋も失われる。新しいぶどう酒は新しい革袋に入れる。」
22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί ἀλλ᾽ οἶνον νέον εἰς ἀσκοὺς καινούς
23ある安息日に、イエスは麦畑の中を通っておられた。弟子たちは歩きながら、麦の穂を摘み始めた。
23Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24パリサイ人たちはイエスに言った。「見よ、なぜ彼らは安息日にしてはならないことをしているのですか。」
24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;¶
25イエスは彼らに言われた。 「ダビデが、自分も供の者たちも食べ物がなくて空腹だったとき、何をしたか、あなたがたは一度も読んだことがないのか。
25Καὶ λέγει αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
26アビヤタルが大祭司だった時代に、ダビデは神の家に入り、祭司のほかは食べてはならない供えのパンを食べ、供の者たちにも与えたではないか。」
26πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
27また彼らに言われた。 「安息日は人のために設けられたのであって、人が安息日のために造られたのではない。
27καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.
28だから、人の子は安息日の主でもある。」
28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.¶
Tip: use the ← and → keys to turn chapters.