マルコ 14
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1さて、過越の祭りと種なしパンの祭りの二日前になった。祭司長たちと律法学者たちは、策略を用いてイエスを捕らえ、殺す方法を探していた。
1Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας, καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·
2彼らは、「祭りの間はいけない。民の間に騒ぎが起こるかもしれない」と言っていた。
2ἔλεγον γάρ· μὴ ἐν τῇ ἑορτῇ μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.¶
3イエスがベタニアで、重い皮膚病のシモンの家におられ、食卓に着いておられたとき、一人の女が、非常に高価な純粋なナルドの香油の入った石膏の壺を持って来た。そして壺を割り、イエスの頭に香油を注いだ。
3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.
4すると、何人かの者が憤って互いに言った。「なぜ、香油をこんなに無駄にしたのか。
4ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5この香油なら三百デナリ 以上で売って、貧しい人々に施すことができたのに。」そして彼女を厳しく責めた。
5ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6しかしイエスは言われた。 「彼女をそのままにしておきなさい。なぜ彼女を困らせるのか。彼女は私に良いことをしてくれた。
6ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν, τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.
7貧しい人々はいつもあなたがたと一緒にいて、望むときはいつでも良いことをしてあげられる。しかし、私はいつも一緒にいるわけではない。
7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8彼女は自分にできることをした。私の体に前もって香油を注ぎ、葬りの備えをしてくれたのである。
8ὃ ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν.
9まことに、あなたがたに言う。世界中どこででもこの福音が宣べ伝えられる所では、彼女のしたことも、彼女の記念として語られる。」
9ἀμὴν λέγω ὑμῖν· ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.¶
10すると、十二人の一人であるイスカリオテのユダは、イエスを彼らに引き渡そうとして、祭司長たちのところへ行った。
10Καὶ Ἰούδας Ἰσκαριώθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.
11彼らはこれを聞いて喜び、ユダに金を与えると約束した。そこでユダは、都合のよい時にイエスを引き渡そうと機会をうかがっていた。
11οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.¶
12種なしパンの祭りの初日、過越の子羊をほふる日に、弟子たちはイエスに尋ねた。「過越の食事をなさるために、私たちはどこへ行って用意をしましょうか。」
12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13イエスは二人の弟子を遣わして言われた。 「町へ行きなさい。すると、水がめを運んでいる男に出会う。その人について行きなさい。
13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ.
14そして、その人が入る家の主人にこう言いなさい。『先生が、「弟子たちと一緒に過越の食事をする客間はどこですか」と言っています。』
14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15すると主人は、敷物が整えられ、用意のできた広い二階の部屋を見せてくれる。そこで私たちのために用意をしなさい。」
15καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16弟子たちは出かけて町へ入り、イエスが言われたとおりであることを見つけ、過越の食事を用意した。
16καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.¶
17夕方になると、イエスは十二人と共に来られた。
17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
18一同が食卓に着いて食事をしていると、イエスは言われた。 「まことに、あなたがたに言う。あなたがたのうちの一人、私と一緒に食事をしている者が、私を裏切る。」
18καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
19弟子たちは悲しみ始め、一人ずつイエスに、「まさか私ではないでしょう」と尋ねた。また別の者も、「まさか私ではないでしょう」と言った。
19ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ
20イエスは彼らに答えられた。 「十二人の一人で、私と一緒に鉢に手を浸す者である。
20ὁ δὲ εἶπεν αὐτοῖς· εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον.
21人の子は、自分について書かれているとおりに去って行く。しかし、人の子を裏切るその人は災いである。その人は生まれなかったほうがよかった。」
21ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22一同が食事をしていると、イエスはパンを取り、祝福してから、それを裂いて彼らに与え、言われた。 「取って食べなさい。これは私の体である。」
22καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον, εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε τοῦτό ἐστιν τὸ σῶμά μου.
23また杯を取り、感謝をささげて彼らに与えられた。彼らはみな、その杯から飲んだ。
23καὶ λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24イエスは彼らに言われた。 「これは、多くの人のために流される、私の新しい契約の血である。
24καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν.
25まことに、あなたがたに言う。神の御国で新しく飲むその日まで、私はぶどうの実から造ったものを決して飲まない。」
25ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.¶
26一同は賛美の歌を歌ってから、オリーブ山へ出かけた。
26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.¶
27イエスは彼らに言われた。 「今夜、あなたがたはみな、私のためにつまずく。『私は羊飼いを打つ。すると、羊は散らされる』と書かれているからである。
27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ὅτι γέγραπται· πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται.
28しかし私は、よみがえった後、あなたがたより先にガリラヤへ行く。」
28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29しかし、ペテロはイエスに言った。「たとえみながつまずいても、私はつまずきません。」
29ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται ἀλλ᾽ οὐκ ἐγώ.¶
30イエスは彼に言われた。 「まことに、あなたに言う。今日、まさに今夜、鶏が二度鳴く前に、あなたは三度、私を否む。」
30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.
31しかしペテロは力を込めて言った。「たとえあなたと一緒に死ななければならなくても、決してあなたを否みません。」皆も同じように言った。
31ὁ δὲ ἐκπερισσῶς ἐλάλει ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.¶
32一行はゲツセマネという所に来た。イエスは弟子たちに言われた。 「私が祈っている間、ここに座っていなさい。」
32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33そしてペテロ、ヤコブ、ヨハネを一緒に連れて行き、激しく苦しみ、深く悩み始められた。
33καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην μετ᾽ αὐτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.
34イエスは彼らに言われた。 「私の心は、死ぬほど深く悲しんでいる。ここにとどまり、目を覚ましていなさい。」
34καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. μείνατε ὧδε καὶ γρηγορεῖτε.
35イエスは少し先へ進み、地にひれ伏し、できることなら、その時がご自分から過ぎ去るようにと祈られた。
35καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα.
36そして言われた。 「アバ、 父よ、あなたにはすべてのことが可能です。この杯を私から取り除いてください。しかし、私が望むことではなく、あなたがお望みになることをなさってください。」
36καὶ ἔλεγεν· αββα, ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.
37イエスは戻って来て、弟子たちが眠っているのを見つけ、ペテロに言われた。 「シモン、眠っているのか。一時間でも目を覚ましていられなかったのか。
37καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
38誘惑に陥らないよう、目を覚まして祈っていなさい。霊は進んでいても、肉は弱い。」
38γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39イエスは再び離れて行き、同じ言葉で祈られた。
39καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40再び戻って来ると、弟子たちは眠っていた。まぶたがとても重くなっていたのである。彼らはイエスに何と答えればよいか分からなかった。
40καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41イエスは三度目に来て、彼らに言われた。 「まだ眠って休んでいるのか。もう十分だ。時が来た。見よ、人の子は罪人たちの手に引き渡される。
41καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε, ἀπέχει, ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42立ちなさい。行こう。見よ、私を裏切る者が近づいて来た。」
42ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.¶
43イエスがまだ話しておられるうちに、十二人の一人であるユダがすぐにやって来た。祭司長たち、律法学者たち、長老たちから遣わされた大勢の群衆も、剣や棍棒を手にして一緒に来た。
43Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44イエスを裏切る者は、「私が口づけするのがその人だ。その人を捕らえ、厳重に連れて行け」と、彼らに合図を決めていた。
44δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.
45ユダは来るとすぐにイエスに近づき、「先生、先生」と言って、口づけした。
45καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει ῥαββί καὶ κατεφίλησεν αὐτόν.
46人々はイエスに手をかけて捕らえた。
46οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.
47すると、そばに立っていた者の一人が剣を抜き、大祭司の僕に打ちかかり、その耳を切り落とした。
47εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
48イエスは彼らに答えられた。 「まるで強盗にでも向かうように、剣や棍棒を持って私を捕らえに来たのか。
48καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
49私は毎日、神殿であなたがたと一緒にいて教えていたが、あなたがたは私を捕らえなかった。しかし、こうなったのは聖書の言葉が成就するためである。」
49καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50弟子たちはみなイエスを見捨てて逃げた。
50καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51ある若者が裸の体に亜麻布をまとい、イエスについて行った。若者たちは彼を捕らえたが、
51καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν
52彼は亜麻布を残し、裸で彼らから逃げた。
52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν
53人々はイエスを大祭司のもとへ連れて行った。祭司長たち、長老たち、律法学者たちがみな大祭司のもとに集まった。
53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54ペテロは遠くからイエスについて行き、大祭司の屋敷の中庭まで来た。そして役人たちと一緒に座り、火に当たって暖まっていた。
54καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.¶
55さて、祭司長たちと最高法院全体は、イエスを死刑にするため、イエスに不利な証言を探したが、見つからなかった。
55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτὸν καὶ οὐχ ηὕρισκον.
56多くの者がイエスに不利な偽証をしたが、その証言は互いに一致しなかったからである。
56πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.¶
57何人かが立ち上がり、イエスに不利な偽証をして言った。
57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
58「私たちは、この人が、『私は人の手で造られたこの神殿を壊し、三日のうちに、人の手で造られない別の神殿を建てる』と言うのを聞きました。」
58ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59しかし、この点でも彼らの証言は一致しなかった。
59καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60大祭司は真ん中に立ち、イエスに尋ねた。「何も答えないのか。この者たちがあなたに不利な証言をしているではないか。」
60καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδὲν τί οὗτοί σου καταμαρτυροῦσιν;
61しかし、イエスは黙ったまま、何もお答えにならなかった。大祭司は再びイエスに尋ねた。「あなたはキリスト、ほむべき方の子なのか。」
61ὁ δὲ ἐσιώπα καὶ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62イエスは言われた。 「私がそれである。あなたがたは、人の子が力ある方の右に座り、空の雲と共に来るのを見る。」
62ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63すると大祭司は自分の衣を引き裂いて言った。「これ以上、証人が必要だろうか。
63ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64あなたがたは神への冒涜を聞いた。どう思うか。」彼らはみな、イエスは死刑に値すると判決を下した。
64ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου.
65それから、ある者たちはイエスにつばを吐きかけ、顔を覆って拳で殴り、「預言してみろ」と言い始めた。役人たちもイエスを平手で打った。
65καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.¶
66ペテロが下の中庭にいると、大祭司に仕える女中の一人が来た。
66Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως.
67そしてペテロが暖まっているのを見て、彼を見つめて言った。「あなたも、あのナザレ人イエスと一緒にいましたね。」
67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα Ἰησοῦ.
68しかしペテロはそれを否み、「あなたが何を言っているのか、私には分からないし、理解もできない」と言った。そして玄関のほうへ出て行くと、鶏が鳴いた。
68ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν.
69女中はペテロを見て、そばに立っている人々に再び、「この人はあの仲間の一人です」と言い始めた。
69καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70しかしペテロは再びそれを否んだ。しばらくして、そばに立っていた人々がまたペテロに言った。「確かに、あなたはあの仲間の一人だ。ガリラヤ人だし、話し方でも分かる。」
70ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ
71するとペテロは、呪いをかけて誓い始めた。「あなたがたの言う、そんな人を私は知らない。」
71ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.
72その時、鶏が二度目に鳴いた。ペテロは、イエスが言われた、 「鶏が二度鳴く前に、あなたは三度、私を否む」 という言葉を思い出した。それを思い返すと、彼は泣いた。
72καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν, καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, τρίς με ἀπαρνήσῃ. καὶ ἐπιβαλὼν ἔκλαιεν.¶
Tip: use the ← and → keys to turn chapters.