レビ記
Chapter 5
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1『証人として、見たことや知っていることがあり、証言を求める公の誓いの声を聞きながら証言しないなら、その人は罪を犯し、自分の咎を負う。
1ΕΑΝ δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς, ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.
2『また、もしだれかが汚れたもの、すなわち汚れた野生動物の死骸、汚れた家畜の死骸、あるいは汚れた這うものの死骸に触れ、それが彼に隠されていて、彼が汚れたなら、その人は有罪である。
2ἡ ψυχὴ ἐκείνη, ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων,
3『また、もし彼が、人が汚れるどのような人の汚れであれ、それに触れ、それが彼に隠されていたが、後でそれを知ったなら、その人は有罪である。
3ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καί ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ·
4『また、悪いことをするにせよ良いことをするにせよ、人が誓いによって軽率に口にするようなことを、だれかが唇で軽率に誓い、そのことに気づかなかったとしても、後で知ったなら、これらのいずれかについて有罪となる。
4ἡ ψυχή, ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾿ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων,
5これらのいずれかにおいて有罪となったときは、その犯した罪を告白する。
5καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν, περὶ ὧν ἡμάρτηκε κατ᾿ αὐτῆς,
6そして、自分が犯した罪のために、主への償いのささげ物として、羊の群れから雌、すなわち子羊または山羊を、贖罪のささげ物として持って来る。祭司は彼の罪について彼のために贖いを行う。
6καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
7『もし子羊をささげる余裕がないなら、自分が犯した罪のための償いのささげ物として、二羽の山鳩または二羽の家鳩の雛を主のもとに持って来る。一羽は贖罪のささげ物、もう一羽は全焼のささげ物である。
7Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα.
8彼はそれらを祭司のもとに持って行く。祭司はまず贖罪のささげ物となる一羽をささげる。彼はその首のところから頭をねじり切る。ただし完全に切り離してはならない。
8καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ·
9彼は贖罪のささげ物の血の一部を祭壇の側面に振りかける。残りの血は祭壇の土台に絞り出される。これは贖罪のささげ物である。
9καὶ ρανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου, τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι.
10二羽目は定めに従って全焼のささげ物としてささげる。祭司が彼の犯した罪について彼のために贖いを行うなら、彼は赦される。
10καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει. καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.
11『もし二羽の山鳩も二羽の家鳩の雛も用意できないなら、自分が犯した罪のためのささげ物として、十分の一エパの上質の小麦粉を贖罪のささげ物として持って来る。これに油をかけてはならず、乳香を添えてもならない。これは贖罪のささげ物だからである。
11ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ᾿ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί·
12彼はそれを祭司のもとに持って行く。祭司は記念の部分としてひとつかみ取り、主への火によるささげ物の上で、それを祭壇の上で燃やす。これは贖罪のささげ物である。
12καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα. καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ᾿ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ· ἁμαρτία ἐστί.
13これらのことのいずれかにおいて彼が犯した罪について、祭司が彼のために贖いを行うなら、彼は赦される。残りは穀物のささげ物のように、祭司のものとなる。』」
13καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, ἀφ᾿ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς ἡ θυσία τῆς σεμιδάλεως.
14主はモーセに告げられた。
14Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων·
15「もしだれかが主の聖なるものに関して、意図せず背信の罪を犯したなら、羊の群れから傷のない雄羊一頭を、主への償いのささげ物として携えて来る。その価値は、あなたの評価額に従い、聖所のシェケルによる銀で定める。これが償いのささげ物である。
15ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε.
16彼は聖なるものに関して犯した罪を償い、それにその五分の一を加算して祭司に渡す。祭司が償いのささげ物の雄羊で彼のために贖いを行うなら、彼は赦される。
16καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσει αὐτό. καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾿ αὐτὸ καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.
17「もしだれかが罪を犯し、主がしてはならないと命じられたことのいずれかを行い、それを知らなかったとしても、その人は有罪であり、その咎を負う。
17Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν,
18彼は羊の群れから傷のない雄羊を、あなたの評価額に従って償いのささげ物として祭司のもとに持って来る。祭司は彼が気づかずに犯し、知らなかったことについて、彼のために贖いを行う。そうすれば彼は赦される。
18καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ·
19これは償いのささげ物である。彼は主の前で確かに有罪である。」
19ἐπλημμέλησε γὰρ πλημμελείᾳ ἔναντι Κυρίου.
no verse 20 in this text
20Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
no verse 21 in this text
21ψυχὴ ἣ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς Κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέ τι τὸν πλησίον
no verse 22 in this text
22ἢ εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις,
no verse 23 in this text
23καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν,
no verse 24 in this text
24ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾿ αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ.
no verse 25 in this text
25καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε.
no verse 26 in this text
26καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐποίησε καὶ ἐπλημμέλησεν αὐτῷ.

Tip: use the ← and → keys to turn chapters.