エレミヤ
Chapter 5
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1「エルサレムの通りを行き巡り、見て、知れ。その広場で捜してみよ。公正を行い、真実を求める者が一人でも見つかるなら、わたしはこの町を赦そう。
1ΠΕΡΙΔΡΑΜΕΤΕ ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.
2彼らは『主は生きておられる』と言っても、偽って誓っている。」
2ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;
3主よ、あなたの目は真実に向けられているのではありませんか。あなたは彼らを打たれましたが、彼らは痛みを覚えませんでした。彼らを打ち尽くされましたが、彼らは懲らしめを受け入れませんでした。彼らは顔を岩よりも堅くし、帰ることを拒みました。
3Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.
4そこで私は言った。「確かに、彼らは貧しい者たちで、愚かなのだ。主の道も、自分たちの神の律法も知らないからだ。
4καὶ ἐγὼ εἶπα· ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ·
5私は身分の高い者たちのところへ行き、彼らに語ろう。彼らなら、主の道も、自分たちの神の律法も知っているはずだ。」しかし、彼らも皆そろってくびきを砕き、束縛を断ち切っていた。
5πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς.
6それゆえ、森から出て来る獅子が彼らを殺し、夕暮れの狼が彼らを滅ぼす。豹が彼らの町々を狙って待ち伏せする。そこから出る者は皆、引き裂かれる。彼らの背きは多く、その背信は増し加わったからだ。
6διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.
7「どうして、わたしはあなたを赦せるだろうか。あなたの子らはわたしを捨て、神々ではないものによって誓った。わたしが彼らを満ち足らせると、彼らは姦淫し、群れをなして遊女の家に押しかけた。
7ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον.
8彼らはよく肥えた放し飼いの馬のようになり、それぞれ隣人の妻を求めていなないた。
8ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
9これらのことのために、わたしが彼らを罰しないだろうか」と、主は言われる。「このような国に、わたし自身が復讐しないだろうか。」
9μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος. ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
10「その城壁に上って破壊せよ。しかし、完全に滅ぼしてはならない。その枝を取り除け。それらは主のものではないからだ。
10ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν.
11イスラエルの家もユダの家も、わたしをひどく裏切ったからだ」と、主は言われる。
11ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος Ἰσραὴλ καὶ οἶκος Ἰούδα.
12彼らは主を否み、こう言った。「主がそんなことをなさるはずはない。災いが私たちに臨むことはない。剣も飢饉も見ることはない。
12ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν καὶ εἶπαν· οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφ' ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα·
13預言者たちは風となり、彼らの内には言葉がない。そのようなことは、彼ら自身に起こればよい。」
13οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.
14それゆえ、万軍の主はこう言われる。「あなたがたがこの言葉を語ったので、見よ、わたしはあなたの口にあるわたしの言葉を火とし、この民を薪とする。その火が彼らを焼き尽くす。
14διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ' ὧν ἐλαλήσατε τὸ ρῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.
15イスラエルの家よ、見よ、わたしは遠くから一つの国をあなたがたに攻め来させる」と、主は言われる。「それは強い国、昔からの国である。その言葉をあなたがたは知らず、彼らが何を話しているか理解できない。
15ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος Ἰσραήλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ·
16彼らの矢筒は開いた墓のようで、彼らは皆、勇士である。
16πάντες ἰσχυροὶ καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν
17彼らは、あなたの息子や娘が食べるはずの収穫とパンを食い尽くす。あなたの羊の群れと牛の群れを食い尽くし、ぶどうの木といちじくの木を食い尽くす。あなたが信頼している城壁のある町々を、剣で打ち壊す。」
17καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφ' αἷς ὑμεῖς πεποίθατε ἐπ' αὐταῖς, ἐν ρομφαίᾳ.
18「しかし、その日々にも、わたしはあなたがたを完全には滅ぼさない」と、主は言われる。
18καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.
19「あなたがたが、『なぜ、私たちの神、主は、これらすべてのことを私たちにされたのか』と尋ねる時、あなたは彼らにこう言え。『あなたがたがわたしを捨て、自分たちの国で外国の神々に仕えたように、自分たちのものではない国で、外国人に仕えることになる』と。」
19καὶ ἔσται ὅταν εἴπητε· τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ' ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν.
20「ヤコブの家にこれを告げ、ユダに知らせて言え。
20ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακώβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα.
21『今、このことを聞け。悟りのない愚かな民よ。目があっても見ず、耳があっても聞かない民よ。
21ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι.
22あなたがたはわたしを恐れないのか』と、主は言われる。『わたしの前で震えないのか。わたしは砂を海の境とし、越えることのできない永遠の定めとした。その波が逆巻いても勝つことはできず、鳴りとどろいても、それを越えることはできない。
22μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.
23しかし、この民には背き逆らう心がある。彼らは背いて去って行った。
23τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν·
24彼らは心の中でこう言わない。「さあ、私たちの神、主を恐れよう。主は季節に従って先の雨と後の雨を与え、刈り入れのために定められた週を守ってくださる」と。
24καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν· φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν.
25あなたがたの咎がこれらを遠ざけ、あなたがたの罪が良いものをあなたがたから差し止めた。
25αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμῶν·
26わたしの民の中には悪者がいる。彼らは鳥を捕る者が待ち伏せするように身を潜め、罠を仕掛けて人々を捕らえる。
26ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν.
27鳥かごが鳥で満ちているように、彼らの家は欺きで満ちている。それゆえ、彼らは勢力を増し、富んだ。
27ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν·
28彼らは肥え太り、つややかになった。しかも、悪事においては度を越えている。彼らはみなしごが栄えるように、その訴えを取り上げることもなく、貧しい者たちの権利も擁護しない。
28καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν.
29これらのことのために、わたしが彼らを罰しないだろうか』と、主は言われる。『このような国に、わたし自身が復讐しないだろうか。』」
29μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
30「驚くべき恐ろしいことが、この地に起こっている。
30ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς.
31預言者たちは偽りを預言し、祭司たちは自分たちの権力で支配し、わたしの民はそれを愛している。しかし、その終わりには、あなたがたはどうするのか。」
31οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;

Tip: use the ← and → keys to turn chapters.