エレミヤ
Chapter 14
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1干ばつについてエレミヤに臨んだ主の言葉。
1ΕΠΕΝΘΗΣΕΝ ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη.
2「ユダは嘆き、 その門々は力を失う。 人々は黒い衣をまとい、地に座り込み、 エルサレムの叫びは上る。
no verse 2 in this text
3高貴な者たちは召使いたちを水の所へ遣わす。 彼らは水溜めへ行くが、 水を見つけられない。 空の器を持って帰り、 失望してうろたえ、 頭を覆う。
3καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά.
4地に雨が降らなかったため、 地面はひび割れた。 耕す者たちは失望し、 頭を覆う。
4καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.
5野の雌鹿さえ、子を産んでもその子を捨てる。 草がないからだ。
5καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.
6野ろばは草木のない高台に立ち、 ジャッカルのようにあえいで風を吸う。 草がないため、 その目は衰える。
6ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.
7私たちの咎が私たちを責めていても、 主よ、あなたの名のために御業を行ってください。 私たちの背きは多く、 私たちはあなたに罪を犯した。
7εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκέν σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου, ὅτι σοὶ ἡμάρτομεν.
8イスラエルの望み、 苦難の時の救い主よ、 なぜ、この地にいる外国人のように、 一夜を過ごすために立ち寄る旅人のようでおられるのか。
8ὑπομονὴ Ἰσραήλ, Κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἱνατί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;
9なぜ、うろたえた人のように、 救うことのできない勇士のようでおられるのか。 それでも、主よ、あなたは私たちのただ中におられ、 私たちはあなたの名で呼ばれている。 私たちを見捨てないでください。」
9μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.
10主はこの民についてこう言われる。 「彼らはさまよい歩くことを愛し、 自分の足をとどめなかった。 それゆえ、主は彼らを受け入れない。 今、主は彼らの咎を覚え、 その罪を罰する。」
10οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ· ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν.
11主は私に言われた。「この民の益のために祈ってはならない。
11καὶ εἶπε Κύριος πρός με· μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθά·
12彼らが断食しても、わたしはその叫びを聞かない。彼らが全焼のささげ物と穀物のささげ物を献げても、わたしは彼らを受け入れない。かえって、剣と飢饉と疫病によって彼らを滅ぼし尽くす。」
12ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καί ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς.
13そこで私は言った。「ああ、主なる神よ。見よ、預言者たちは彼らに、『あなたがたは剣を見ることも、飢饉に遭うこともない。わたしはこの場所で、あなたがたに確かな平和を与える』と言っています。」
13καὶ εἶπα· ὦ Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν· οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ.
14すると主は私に言われた。「預言者たちはわたしの名によって偽りを預言している。わたしは彼らを遣わさず、命じもせず、彼らに語りもしなかった。彼らは偽りの幻、占い、空しいもの、自分たちの心の欺きを、あなたがたに預言している。
14καὶ εἶπε Κύριος πρός με· ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν.
15それゆえ、わたしの名によって預言しているが、わたしが遣わしていない預言者たちについて、主はこう言われる。彼らは『この地に剣も飢饉も起こらない』と言っている。その預言者たちは剣と飢饉によって滅ぼし尽くされる。
15διὰ τοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσι· μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης· ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται
16彼らが預言している相手の民は、飢饉と剣のためにエルサレムの通りに投げ出される。彼らも、その妻たちも、息子たちも、娘たちも、葬る者がいない。わたしが彼らの悪を彼らの上に注ぐからだ。」
16καὶ ὁ λαός, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις Ἱερουσαλὴμ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν· καὶ ἐκχεῶ ἐπ' αὐτοὺς τὰ κακὰ αὐτῶν.
17「あなたは彼らにこの言葉を語れ。 『私の目から昼も夜も涙を流させよ。 絶えることのないように。 娘なる私の民は大きく打ち砕かれ、 非常に深い傷を負ったからだ。
17καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον· καταγάγετε ἐπ' ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου καὶ πληγὴ ὀδυνηρὰ σφόδρα.
18私が野に出れば、 見よ、剣で殺された者たちがいる。 私が町に入れば、 見よ、飢饉で病む者たちがいる。 預言者も祭司もこの地を歩き回っているが、 何も知らない。』」
18ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν.
19あなたはユダを完全に退けられたのか。 シオンを心から忌み嫌われたのか。 なぜ私たちを打たれたのか。私たちには癒やしがない。 平安を待ち望んだが、良いことは訪れなかった。 癒やしの時を待ち望んだが、見よ、恐怖が来た。
19μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; ἱνατί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.
20主よ、私たちは自分たちの悪と、 父祖たちの咎を認める。 私たちはあなたに罪を犯した。
20ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου.
21あなたの名のために、私たちを忌み嫌わないでください。 あなたの栄光の御座を辱めないでください。 私たちを心に留め、私たちとの契約を破らないでください。
21κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι, μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθ' ἡμῶν.
22諸国民の空しいものの中に、雨を降らせられるものがあろうか。 天が自ら夕立を与えられようか。 私たちの神、主よ、それをなさるのはあなたではないか。 それゆえ、私たちはあなたを待ち望む。 あなたがこれらすべてを造られた。
22μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.

Tip: use the ← and → keys to turn chapters.