出エジプト記
Chapter 30
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

出エジプト記 30

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1香をたく祭壇をアカシアの木で造りなさい。
1Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων.
2長さと幅は一キュビトの正方形、高さは二キュビトとし、角は祭壇と一体にする。
2Καὶ ποιήσεις αὐτὸ πήχεος τὸ μῆκος, καὶ πήχεος τὸ εὖρος· τετράγωνον ἔσται· καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.
3その上面、周囲の側面、およびその角に純金をかぶせなさい。そしてその周囲に金の飾り縁を造りなさい。
3Καὶ καταχρυσώσεις χρυσίῳ καθαρῷ τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ· καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ.
4飾り縁の下、両側の側面に二つの金の環を造り、祭壇を担ぐ棒を通す場所としなさい。
4Καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.
5アカシアの木で担ぎ棒を造り、金をかぶせなさい。
5Καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ.
6あかしの箱のそばにある垂れ幕の手前、わたしがあなたと会うあかしの上にある贖いの座の前にそれを置きなさい。
6Καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος, τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.
7アロンは毎朝、ともしびを整える時、その上で香りのよい香をたく。
7Καὶ θυμιάσει ἐπʼ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωῒ πρωΐ· ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπʼ αὐτοῦ.
8夕暮れにともしびをともす時にも香をたく。これは代々にわたり、主の前で絶えずたく香である。
8Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψὲ, θυμιάσει ἐπʼ αὐτοῦ. θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν.
9あなたがたは、その上で異なった香をたいたり、全焼のいけにえや穀物のささげ物をささげたりしてはならない。また、その上に注ぎのささげ物を注いではならない。
9Καὶ οὐκ ἀνοίσει ἐπʼ αὐτοῦ θυμίαμα ἕτερον· κάρπωμα, θυσίαν, και σπονδὴν οὐ σπείσεις ἐπʼ αὐτοῦ.
10アロンは年に一度、その角の上で贖いを行う。贖いのための罪のいけにえの血を用い、代々にわたり年に一度、祭壇の贖いを行う。これは主にとって最も聖なるものである。」
10Καὶ ἐξιλάσεται ἐπʼ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ.
11主はモーセに言われた。
11Καὶ ἑλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
12「イスラエルの子らの人口を数える時、数えられる者はそれぞれ、自分の命の贖い金を主に納めなければならない。彼らを数える時、彼らの間に災いが起こらないためである。
12ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
13数えられる者はみな、聖所のシェケルで半シェケルを納める。一シェケルは二十ゲラである。半シェケルを主へのささげ物とする。
13Καὶ τοῦτό ἐστιν ὅ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον, εἴκοσι ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ.
14数えられる二十歳以上の者はみな、主へのささげ物を納める。
14Πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ.
15あなたがたの命を贖うため、主へのささげ物を納める時、富む者も半シェケルより多く納めてはならず、貧しい者もそれより少なく納めてはならない。
15Ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
16イスラエルの子らから贖いの銀を受け取り、会見の天幕の奉仕に用いなさい。それは主の前でイスラエルの子らの記念となり、あなたがたの命を贖うものとなる。」
16Καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
17主はモーセに言われた。
17Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
18「洗うための青銅の洗盤と、青銅のその台を造りなさい。それを会見の天幕と祭壇の間に置き、その中に水を入れなさい。
18ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ.
19アロンとその子らは、そこで手と足を洗う。
19Καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἑξ αὐτοῦ τὰς χεῖρας, καὶ τοὺς πόδας ὕδατι.
20会見の天幕に入る時、また祭壇に近づいて主への火によるささげ物を焼く時、水で洗い、死ぬことのないようにする。
20Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν, ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ.
21手と足を洗い、死ぬことのないようにする。これはアロンとその子孫に対する、代々にわたる永遠の掟である。」
21Νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετʼ αὐτόν.
22さらに主はモーセに言われた。
22Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
23「また、最上の香料を取りなさい。液体の没薬を五百シェケル、香りのよい肉桂をその半分の二百五十、香りのよい菖蒲を二百五十、
23καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα,
24桂皮を聖所のシェケルに従って五百、そしてオリーブ油を一ヒン取りなさい。
24καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν εἵν.
25香料作りの技法によって調合し、聖なる注ぎ油を造りなさい。
25Καὶ ποιήσεις αὐτὸ ἔλαιον χρίσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρίσμα ἅγιον ἔσται.
26これを用いて、会見の天幕、あかしの箱、
26Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ πάντα τὰ σκεύη αὐτῆς,
27机とそのすべての器具、燭台とその付属物、香の祭壇、
27καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος,
28全焼のいけにえの祭壇とそのすべての器具、洗盤とその台に油を注ぎなさい。
28καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα.
29それらを聖別し、最も聖なるものとしなさい。それに触れるものはみな聖なるものとなる。
29Καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται.
30アロンとその子らに油を注いで聖別し、祭司としてわたしに仕えさせなさい。
30Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.
31イスラエルの子らに告げなさい。『これは代々にわたり、わたしのための聖なる注ぎ油である。
31Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων, ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
32人の体に注いではならず、同じ配合のものを造ってはならない。これは聖なるものであり、あなたがたも聖なるものとして扱う。
32Ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται· καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν, καὶ ἁγίασμα ἔσται ὑμῖν.
33これに似たものを調合する者、あるいはこれを一般の人に塗る者はみな、その民から断ち切られる。』」
33Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπʼ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.
34主はモーセに言われた。「香料を取りなさい。樹脂、オニカ、ガルバヌム、これらの香料と純粋な乳香である。それぞれ同量とする。
34Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ· ἴσον ἴσῳ ἔσται.
35香料作りの技法に従って、塩を混ぜた、純粋で聖なる香を造りなさい。
35Καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν ἔργον ἅγιον.
36その一部を細かく砕き、それを会見の天幕の中の契約の前に置きなさい。そこでわたしはあなたと会う。それはあなたがたにとって最も聖なるものとなる。
36Καὶ συνκόψεις ἐκ τούτων λεπτόν, καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα.
37この配合の香を自分たちのために造ってはならない。主のための聖なるものとしなさい。
37Κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἐαυτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ·
38香りを楽しむためにこれに似たものを造る者はみな、その民から断ち切られる。」
38Ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.