ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Freedom Bible (フリーダム・バイブル)
1Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
1それからイエスは群衆と弟子たちに語られた。
2λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
2「律法学者たちとパリサイ人たちは、モーセの座に着いている。
3πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσι γὰρ καὶ οὐ ποιοῦσι.
3だから、彼らが守るように告げることはすべて守り、行いなさい。しかし、彼らの行いをまねてはならない。彼らは言うだけで、行わないからである。
4Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά.
4彼らは負いきれないほどの重い荷を束ねて人々の肩に載せるが、自分ではそれを動かすために指一本貸そうともしない。
5Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν·
5彼らがすることはみな、人に見せるためである。彼らは経札を幅広くし、 衣の房を長く している。
6φιλοῦσί τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
6また、宴会では上座を、会堂では最も良い席を好み、
7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί·
7広場で挨拶され、人々から『先生、先生』 と呼ばれることを好む。
8ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
8しかし、あなたがたは『先生』と呼ばれてはならない。あなたがたの先生はただ一人、キリストだけであり、あなたがたはみな兄弟だからである。
9Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
9また、地上のだれをも自分たちの父と呼んではならない。あなたがたの父はただ一人、天におられる方だけだからである。
10Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός.
10また、『指導者』と呼ばれてはならない。あなたがたの指導者はただ一人、キリストだけだからである。
11Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
11あなたがたのうちで最も偉い者は、あなたがたに仕える者となる。
12Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
12自分を高くする者は低くされ、自分を低くする者は高くされる。
13Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
13律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたはやもめたちの家を食い尽くし、見せかけのために長い祈りをする。だから、いっそう厳しい裁きを受ける。
14Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
14律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたは人々の前で天の御国を閉ざしている。自分たちも入らず、入ろうとする人々にも入らせないからである。
15Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
15律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたは一人の改宗者を得るために海と陸を巡り歩く。その人が改宗すると、その人を、自分たちの二倍もゲヘナの子 にしてしまう。
16Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
16目の見えない案内人たちよ。あなたがたは災いである。あなたがたは、『神殿にかけて誓っても何にもならないが、神殿の金にかけて誓うなら、その誓いを果たす義務がある』と言う。
17Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
17目の見えない愚か者たちよ。金と、その金を聖なるものにする神殿とでは、どちらが大切なのか。
18Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
18また、あなたがたは、『祭壇にかけて誓っても何にもならないが、その上の供え物にかけて誓うなら、その誓いを果たす義務がある』と言う。
19Μωροὶ καὶ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
19目の見えない愚か者たちよ。供え物と、その供え物を聖なるものにする祭壇とでは、どちらが大切なのか。
20Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
20だから、祭壇にかけて誓う者は、祭壇とその上にあるすべてのものにかけて誓うのである。
21καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν·
21神殿にかけて誓う者は、神殿と、これまでそこに住んでこられた方 にかけて誓うのである。
22καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
22天にかけて誓う者は、神の御座と、そこに座っておられる方にかけて誓うのである。
23Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
23律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたは、はっか、いのんど、クミンの十分の一を納めているが、 律法の中でもっと重要なこと、すなわち正義、あわれみ、信仰をなおざりにしている。これらは行うべきであり、前の事柄もなおざりにしてはならなかった。
24Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
24目の見えない案内人たちよ。あなたがたは、ぶよをこし取るのに、らくだは飲み込んでいる。
25Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
25律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたは杯と皿の外側を清めるが、内側は強奪と不義で満ちている。
26Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
26目の見えないパリサイ人よ。まず杯と皿の内側を清めなさい。そうすれば、その外側も清くなる。
27Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
27律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたは白く塗った墓に似ている。外側は美しく見えるが、内側は死人の骨とあらゆる汚れで満ちている。
28Οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
28同じように、あなたがたも外側は人に正しく見えるが、内側は偽善と不法で満ちている。
29Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
29律法学者たち、パリサイ人たち、偽善者たちよ。あなたがたは災いである。あなたがたは預言者たちの墓を建て、義人たちの墓を飾って、
30καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
30『もし私たちが先祖の時代に生きていたなら、彼らと一緒に預言者たちの血を流すことには加わらなかった』と言う。
31Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας·
31こうして、預言者たちを殺した者の子孫であることを、自ら証言している。
32καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
32それなら、先祖たちの罪の升を満たしなさい。
33Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
33蛇ども、まむしの子らよ。どうしてゲヘナの裁きを逃れられるだろうか。
34Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
34だから見よ、私はあなたがたのところに、預言者、知恵ある者、律法学者を遣わす。あなたがたはそのうちのある者を殺し、十字架につけ、ある者を会堂でむち打ち、町から町へと迫害する。
35ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
35こうして、義人アベルの血から、あなたがたが聖所と祭壇との間で殺したバラキヤの子ザカリヤの血に至るまで、地上で流されたすべての義人の血の責任が、あなたがたに降りかかる。
36Ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
36まことに、あなたがたに言う。これらすべてのことが、この時代に降りかかる。
37Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
37エルサレム、エルサレム。預言者たちを殺し、自分に遣わされた人々を石で打ち殺す者よ。めんどりがひなを翼の下に集めるように、私は何度あなたの子らを集めようとしたことか。それなのに、あなたがたは応じようとしなかった。
38Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
38見よ、あなたがたの家は荒れ果てたまま、あなたがたに残される。
39Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
39あなたがたに言う。『主の名によって来られる方は幸いである』とあなたがたが言う時まで、今後、私を見ることは決してない。」
Tip: use the ← and → keys to turn chapters.