ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
Chapter 1

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Greek New Testament: Tex…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1

Greek New Testament: Textus Receptus
Freedom Bible (フリーダム・バイブル)
1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
1神の御心によってキリスト・イエスの使徒とされたパウロから、エペソにいる聖徒たち、すなわちキリスト・イエスにあって忠実な人々へ。
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2私たちの父なる神と主イエス・キリストから、恵みと平安があなたがたにありますように。
3Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ·
3私たちの主イエス・キリストの父なる神が、ほめたたえられますように。神は、キリストにあって、天上にあるあらゆる霊的な祝福をもって私たちを祝福してくださいました。
4καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
4神は世界の基が据えられる前から、御前で聖なる、傷のない者となるよう、愛のうちにキリストにあって私たちを選ばれました。
5προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
5そして御心の喜びに従い、イエス・キリストを通して私たちをご自分の子として迎えることを、あらかじめ定めてくださいました。
6εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ·
6それは、愛する御子にあって私たちに惜しみなく注いでくださった、栄光に満ちた恵みがほめたたえられるためです。
7ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ,
7私たちは御子にあって、その血による贖い、すなわち背きの赦しを受けています。これは神の豊かな恵みによるものです。
8ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει,
8神はあらゆる知恵と分別をもって、この恵みを私たちにあふれるほど注ぎ、
9γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
9御心の奥義を知らせてくださいました。それは、神が御心の喜びに従って、キリストにあってあらかじめ定めておられたものです。
10εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς·
10時が満ちるに及んで実現されるそのご計画とは、天にあるものも地にあるものも、すべてをキリストにあって一つにまとめることです。
11ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,
11私たちはキリストにあって相続を受ける者とされました。ご自分の御心の計画に従ってすべてを行われる方の目的により、あらかじめ定められていたのです。
12εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
12それは、先にキリストに望みを置いていた私たちが、神の栄光をほめたたえる者となるためです。
13ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
13あなたがたもキリストにあって、真理の言葉、すなわち救いの福音を聞き、信じたとき、約束された聖霊によって証印を押されました。
14ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
14聖霊は、神の所有とされた民が贖われる日まで、私たちの相続を保証する手付です。それは、神の栄光がほめたたえられるためです。
15Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
15こういうわけで私も、主イエスに対するあなたがたの信仰と、すべての聖徒への愛を聞き、
16οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου·
16絶えずあなたがたのために感謝し、祈りの中であなたがたを覚えています。
17ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ·
17どうか、私たちの主イエス・キリストの神、栄光の父が、ご自分を深く知るための知恵と啓示の霊を、あなたがたに与えてくださいますように。
18πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
18また、あなたがたの心の目が照らされ、神に召された者の望みがどのようなものか、聖徒たちのうちにある神の相続財産の栄光がどれほど豊かであるかを、知ることができますように。
19καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ
19また、信じる私たちに向けられた神の力が、どれほど計り知れず偉大であるかを知ることができますように。その力は、神の強大な御力の働きによるものです。
20ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις,
20神はその力をキリストに働かせ、キリストを死者の中からよみがえらせ、天上でご自分の右に座らせました。
21ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι·
21キリストは、あらゆる支配、権威、力、主権のはるか上に置かれ、この時代だけでなく来るべき時代においても、呼ばれるあらゆる名の上におられます。
22καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
22神はすべてをキリストの足の下に従わせ、教会のために、キリストをすべてのものの上に立つかしらとしてお与えになりました。
23ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ πάντα ἐν πᾶσι πληρουμένου.
23教会はキリストの体であり、すべてのものをあらゆるところに満たしておられる方が、満ち満ちておられるところです。

Tip: use the ← and → keys to turn chapters.