ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
1イエスはこれらの言葉を語り終えると、ガリラヤを去り、ヨルダン川の向こう側にあるユダヤ地方に来られた。
2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
2大勢の群衆がイエスに従い、イエスはそこで彼らを癒された。
3Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ, Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
3パリサイ人たちがイエスのもとに来て、試そうとして尋ねた。「どんな理由であっても、男が妻を離縁することは律法にかなっていますか。」
4Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς,
4イエスは彼らに答えられた。 「あなたがたは読んだことがないのか。初めに人を造られた方は、彼らを男と女に造り、
5καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
5『それゆえ、男は父と母を離れ、妻と結ばれ、二人は一つの肉体となる』と言われた。
6Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
6こうして、二人はもはや別々ではなく、一つの肉体である。だから、神が結び合わせたものを、人が引き離してはならない。」
7Λέγουσιν αὐτῷ, Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν;
7彼らはイエスに尋ねた。「それでは、なぜモーセは、離縁状を渡して妻を離縁するよう命じたのですか。」
8Λέγει αὐτοῖς ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω.
8イエスは彼らに言われた。 「モーセがあなたがたに妻を離縁することを許したのは、あなたがたの心がかたくなだったからである。しかし、初めからそうだったのではない。
9Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
9あなたがたに言う。性的不品行以外の理由で妻を離縁して別の女と結婚する者は、姦淫を犯す。また、離縁された女と結婚する者も姦淫を犯す。」
10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
10弟子たちはイエスに言った。「夫と妻の関係がそのようなものなら、結婚しないほうがよいことになります。」
11Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται.
11しかし、イエスは彼らに言われた。 「すべての人がこの言葉を受け入れられるわけではなく、それを与えられた人だけが受け入れられる。
12Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.
12母の胎内からそのように生まれた宦官もいれば、人によって宦官にされた者もいる。また、天の御国のために自ら宦官となった者もいる。受け入れることのできる者は、受け入れなさい。」
13Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
13それから、イエスに手を置いて祈っていただこうと、人々が幼い子どもたちを連れて来た。しかし、弟子たちは彼らを叱った。
14Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
14するとイエスは言われた。 「幼い子どもたちをそのまま来させなさい。私のところに来るのを妨げてはならない。天の御国は、このような者たちのものだからである。」
15Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.
15そして彼らに手を置いてから、そこを去られた。
16Καὶ ἰδού, εἷς προσελθὼν εἶπεν αὐτῷ, Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον;
16見よ、一人の人がイエスのもとに来て尋ねた。「良い先生、永遠のいのちを得るためには、どんな良いことをすればよいのでしょうか。」
17Ὁ δὲ εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
17イエスは彼に言われた。 「なぜ私を良いと呼ぶのか。 良い方はただ一人、神だけである。しかし、いのちに入りたいなら、戒めを守りなさい。」
18Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς εἶπε, Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις·
18彼はイエスに尋ねた。「どの戒めですか。」 イエスは言われた。 「『殺してはならない』『姦淫してはならない』『盗んではならない』『偽りの証言をしてはならない』、
19τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
19『父と母を敬いなさい』。 また、『隣人を自分自身のように愛しなさい』である。」
20Λέγει αὐτῷ ὁ νεανίσκος, Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
20青年はイエスに言った。「私はこれらすべてを幼いころから守ってきました。まだ何が欠けているのでしょうか。」
21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.
21イエスは彼に言われた。 「完全な者になりたいなら、行って、持っているものを売り、貧しい人々に与えなさい。そうすれば、天に宝を持つことになる。それから来て、私に従いなさい。」
22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
22しかし、青年はこの言葉を聞くと、悲しみながら立ち去った。多くの財産を持っていたからである。
23Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
23イエスは弟子たちに言われた。 「まことに、あなたがたに言う。富む者が天の御国に入るのは難しい。
24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
24もう一度、あなたがたに言う。富む者が神の御国に入るより、らくだが針の穴を通るほうが易しい。」
25Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι;
25弟子たちはこれを聞くと、非常に驚いて言った。「それでは、いったいだれが救われるのでしょうか。」
26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
26イエスは彼らを見つめて言われた。 「人には不可能だが、神にはすべてのことが可能である。」
27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
27するとペテロが答えた。「見よ、私たちはすべてを捨てて、あなたに従って来ました。それでは、私たちは何をいただけるのでしょうか。」
28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
28イエスは彼らに言われた。 「まことに、あなたがたに言う。世が新しくされ、人の子が栄光の座に着くとき、私に従って来たあなたがたも十二の座に着き、イスラエルの十二部族を裁く。
29Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
29私の名のために、家、兄弟、姉妹、父、母、妻、子ども、または土地を離れた者はみな、その百倍を受け、永遠のいのちを受け継ぐ。
30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
30しかし、先にいる多くの者が後になり、後にいる者が先になる。
Tip: use the ← and → keys to turn chapters.