ΠΡΑΞΕΙΣ 9
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1ο δε σαυλοσ ετι εμπνεων απειλησ και φονου εισ τουσ μαθητασ του κυριου προσελθων τω αρχιερει
1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
2ητησατο παρ αυτου επιστολασ εισ δαμασκον προσ τασ συναγωγασ οπωσ εαν τινασ ευρη τησ οδου οντασ ανδρασ τε και γυναικασ δεδεμενουσ αγαγη εισ ιερουσαλημ
2ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
3εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω και εξαιφνησ περιηστραψεν αυτον φωσ απο του ουρανου
3ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν⸃ φῶς ⸀ἐκ τοῦ οὐρανοῦ,
4και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεισ
4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις;
5ειπεν δε τισ ει κυριε ο δε κυριοσ ειπεν εγω ειμι ιησουσ ον συ διωκεισ
5εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
6αλλα αναστηθι και εισελθε εισ την πολιν και λαληθησεται σοι τι σε δει ποιειν
6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί⸃ σε δεῖ ποιεῖν.
7οι δε ανδρεσ οι συνοδευοντεσ αυτω ειστηκεισαν ενεοι ακουοντεσ μεν τησ φωνησ μηδενα δε θεωρουντεσ
7οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
8ηγερθη δε ο σαυλοσ απο τησ γησ ανεωγμενων τε των οφθαλμων αυτου ουδενα εβλεπεν χειραγωγουντεσ δε αυτον εισηγαγον εισ δαμασκον
8ἠγέρθη δὲ ⸀Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲ τῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9και ην ημερασ τρεισ μη βλεπων και ουκ εφαγεν ουδε επιεν
9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10ην δε τισ μαθητησ εν δαμασκω ονοματι ανανιασ και ειπεν προσ αυτον ο κυριοσ εν οραματι ανανια ο δε ειπεν ιδου εγω κυριε
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος⸃· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε.
11ο δε κυριοσ προσ αυτον αναστασ πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται
11ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,
12και ειδεν εν οραματι ανδρα ονοματι ανανιαν εισελθοντα και επιθεντα αυτω χειρα οπωσ αναβλεψη
12καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας ὅπως ἀναβλέψῃ.
13απεκριθη δε ανανιασ κυριε ακηκοα απο πολλων περι του ανδροσ τουτου οσα κακα εποιησεν τοισ αγιοισ σου εν ιερουσαλημ
13ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν⸃ ἐν Ἰερουσαλήμ·
14και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντασ τουσ επικαλουμενουσ το ονομα σου
14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
15ειπεν δε προσ αυτον ο κυριοσ πορευου οτι σκευοσ εκλογησ μοι εστιν ουτοσ του βαστασαι το ονομα μου ενωπιον εθνων και βασιλεων υιων τε ισραηλ
15εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι⸃ οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν ⸀τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ,
16εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματοσ μου παθειν
16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
17απηλθεν δε ανανιασ και εισηλθεν εισ την οικιαν και επιθεισ επ αυτον τασ χειρασ ειπεν σαουλ αδελφε ο κυριοσ απεσταλκεν με ο οφθεισ σοι εν τη οδω η ηρχου οπωσ αναβλεψησ και πλησθησ πνευματοσ αγιου
17ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18και ευθεωσ απεπεσον απο των οφθαλμων αυτου ωσει λεπιδεσ ανεβλεψεν τε και αναστασ εβαπτισθη
18καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν⸃ ⸀ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
19και λαβων τροφην ενισχυσεν εγενετο δε ο σαυλοσ μετα των εν δαμασκω μαθητων ημερασ τινασ
19καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν. Ἐγένετο ⸀δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς,
20και ευθεωσ εν ταισ συναγωγαισ εκηρυσσεν τον χριστον οτι ουτοσ εστιν ο υιοσ του θεου
20καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
21εξισταντο δε παντεσ οι ακουοντεσ και ελεγον ουχ ουτοσ εστιν ο πορθησασ εν ιερουσαλημ τουσ επικαλουμενουσ το ονομα τουτο και ωδε εισ τουτο εληλυθεν ινα δεδεμενουσ αυτουσ αγαγη επι τουσ αρχιερεισ
21ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22σαυλοσ δε μαλλον ενεδυναμουτο και συνεχυνεν τουσ ιουδαιουσ τουσ κατοικουντασ εν δαμασκω συμβιβαζων οτι ουτοσ εστιν ο χριστοσ
22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν ⸀τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23ωσ δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον
23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουν τε τασ πυλασ ημερασ τε και νυκτοσ οπωσ αυτον ανελωσιν
24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
25λαβοντεσ δε αυτον οι μαθηται νυκτοσ καθηκαν δια του τειχουσ χαλασαντεσ εν σπυριδι
25λαβόντες δὲ ⸂οἱ μαθηταὶ αὐτοῦ⸃ νυκτὸς ⸂διὰ τοῦ τείχους καθῆκαν αὐτὸν⸃ χαλάσαντες ἐν σπυρίδι.
26παραγενομενοσ δε ο σαυλοσ εν ιερουσαλημ επειρατο κολλασθαι τοισ μαθηταισ και παντεσ εφοβουντο αυτον μη πιστευοντεσ οτι εστιν μαθητησ
26Παραγενόμενος δὲ ⸀εἰς Ἰερουσαλὴμ ⸀ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27βαρναβασ δε επιλαβομενοσ αυτον ηγαγεν προσ τουσ αποστολουσ και διηγησατο αυτοισ πωσ εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πωσ εν δαμασκω επαρρησιασατο εν τω ονοματι του ιησου
27Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦ Ἰησοῦ.
28και ην μετ αυτων εισπορευομενοσ εισ ιερουσαλημ και παρρησιαζομενοσ εν τω ονοματι του κυριου ιησου
28καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος⸃ εἰς ⸀Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου,
29ελαλει τε και συνεζητει προσ τουσ ελληνιστασ οι δε επεχειρουν αυτον ανελειν
29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν⸃.
30επιγνοντεσ δε οι αδελφοι κατηγαγον αυτον εισ καισαρειαν και εξαπεστειλαν αυτον εισ ταρσον
30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31αι μεν ουν εκκλησιαι καθ ολησ τησ ιουδαιασ και γαλιλαιασ και σαμαρειασ ειχον ειρηνην οικοδομουμεναι και πορευομεναι τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματοσ επληθυνοντο
31⸂Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο⸃.
32εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προσ τουσ αγιουσ τουσ κατοικουντασ λυδδαν
32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
33ευρεν δε εκει ανθρωπον τινα αινεαν ονοματι εξ ετων οκτω κατακειμενον επι κραββατω οσ ην παραλελυμενοσ
33εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν⸃ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου, ὃς ἦν παραλελυμένος.
34και ειπεν αυτω ο πετροσ αινεα ιαται σε ιησουσ ο χριστοσ αναστηθι και στρωσον σεαυτω και ευθεωσ ανεστη
34καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
35και ειδον αυτον παντεσ οι κατοικουντεσ λυδδαν και τον ασσαρωνα οιτινεσ επεστρεψαν επι τον κυριον
35καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36εν ιοππη δε τισ ην μαθητρια ονοματι ταβηθα η διερμηνευομενη λεγεται δορκασ αυτη ην πληρησ αγαθων εργων και ελεημοσυνων ων εποιει
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν⸃ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37εγενετο δε εν ταισ ημεραισ εκειναισ ασθενησασαν αυτην αποθανειν λουσαντεσ δε αυτην εθηκαν εν υπερωω
37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν⸃ ἐν ὑπερῴῳ.
38εγγυσ δε ουσησ λυδδησ τη ιοππη οι μαθηται ακουσαντεσ οτι πετροσ εστιν εν αυτη απεστειλαν προσ αυτον παρακαλουντεσ μη οκνησαι διελθειν εωσ αυτων
38ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας⸃ πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς διελθεῖν ἕως ⸀ἡμῶν·
39αναστασ δε πετροσ συνηλθεν αυτοισ ον παραγενομενον ανηγαγον εισ το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνασ και ιματια οσα εποιει μετ αυτων ουσα η δορκασ
39ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς.
40εκβαλων δε εξω παντασ ο πετροσ θεισ τα γονατα προσηυξατο και επιστρεψασ προσ το σωμα ειπεν ταβηθα αναστηθι η δε ηνοιξεν τουσ οφθαλμουσ αυτησ και ιδουσα τον πετρον ανεκαθισεν
40ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸀καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
41δουσ δε αυτη χειρα ανεστησεν αυτην φωνησασ δε τουσ αγιουσ και τασ χηρασ παρεστησεν αυτην ζωσαν
41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
42γνωστον δε εγενετο καθ ολησ τησ ιοππησ και πολλοι επιστευσαν επι τον κυριον
42γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης ⸀τῆς Ἰόππης, καὶ ⸂ἐπίστευσαν πολλοὶ⸃ ἐπὶ τὸν κύριον.
43εγενετο δε ημερασ ικανασ μειναι αυτον εν ιοππη παρα τινι σιμωνι βυρσει
43ἐγένετο ⸀δὲ ἡμέρας ἱκανὰς ⸀μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Tip: use the ← and → keys to turn chapters.