ΠΡΑΞΕΙΣ 20
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1μετα δε το παυσασθαι τον θορυβον προσκαλεσαμενοσ ο παυλοσ τουσ μαθητασ και ασπασαμενοσ εξηλθεν πορευθηναι εισ την μακεδονιαν
1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι ⸀εἰς Μακεδονίαν.
2διελθων δε τα μερη εκεινα και παρακαλεσασ αυτουσ λογω πολλω ηλθεν εισ την ελλαδα
2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
3ποιησασ τε μηνασ τρεισ γενομενησ αυτω επιβουλησ υπο των ιουδαιων μελλοντι αναγεσθαι εισ την συριαν εγενετο γνωμη του υποστρεφειν δια μακεδονιασ
3ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ⸃ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4συνειπετο δε αυτω αχρι τησ ασιασ σωπατροσ βεροιαιοσ θεσσαλονικεων δε αρισταρχοσ και σεκουνδοσ και γαιοσ δερβαιοσ και τιμοθεοσ ασιανοι δε τυχικοσ και τροφιμοσ
4συνείπετο δὲ ⸀αὐτῷ Σώπατρος ⸀Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος·
5ουτοι προσελθοντεσ εμενον ημασ εν τρωαδι
5οὗτοι ⸀δὲ ⸀προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
6ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμων απο φιλιππων και ηλθομεν προσ αυτουσ εισ την τρωαδα αχρι ημερων πεντε ου διετριψαμεν ημερασ επτα
6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
7εν δε τη μια των σαββατων συνηγμενων των μαθητων κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου
7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
8ησαν δε λαμπαδεσ ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
8ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι·
9καθημενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τησ θυριδοσ καταφερομενοσ υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεισ απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκροσ
9⸀καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
10καταβασ δε ο παυλοσ επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν
10καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
11αναβασ δε και κλασασ αρτον και γευσαμενοσ εφ ικανον τε ομιλησασ αχρι αυγησ ουτωσ εξηλθεν
11ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸν ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
12ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριωσ
12ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13ημεισ δε προσελθοντεσ επι το πλοιον ανηχθημεν εισ την ασσον εκειθεν μελλοντεσ αναλαμβανειν τον παυλον ουτωσ γαρ ην διατεταγμενοσ μελλων αυτοσ πεζευειν
13Ἡμεῖς δὲ ⸀προελθόντες ⸀ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν⸃ μέλλων αὐτὸς πεζεύειν.
14ωσ δε συνεβαλεν ημιν εισ την ασσον αναλαβοντεσ αυτον ηλθομεν εισ μιτυληνην
14ὡς δὲ ⸀συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην,
15κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμεν αντικρυ χιου τη δε ετερα παρεβαλομεν εισ σαμον και μειναντεσ εν τρωγυλλιω τη εχομενη ηλθομεν εισ μιλητον
15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον, τῇ ⸀δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον·
16εκρινεν γαρ ο παυλοσ παραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ην αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιεροσολυμα
16⸀κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17απο δε τησ μιλητου πεμψασ εισ εφεσον μετεκαλεσατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ
17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18ωσ δε παρεγενοντο προσ αυτον ειπεν αυτοισ υμεισ επιστασθε απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμων τον παντα χρονον εγενομην
18ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19δουλευων τω κυριω μετα πασησ ταπεινοφροσυνησ και πολλων δακρυων και πειρασμων των συμβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων
19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
20ωσ ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ
20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους,
21διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησιν την εισ τον θεον μετανοιαν και πιστιν την εισ τον κυριον ημων ιησουν
21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰς θεὸν μετάνοιαν καὶ ⸀πίστιν εἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν.
22και νυν ιδου εγω δεδεμενοσ τω πνευματι πορευομαι εισ ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδωσ
22καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ⸃ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι μὴ εἰδώς,
23πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται λεγον οτι δεσμα με και θλιψεισ μενουσιν
23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με⸃ μένουσιν·
24αλλ ουδενοσ λογον ποιουμαι ουδε εχω την ψυχην μου τιμιαν εμαυτω ωσ τελειωσαι τον δρομον μου μετα χαρασ και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον τησ χαριτοσ του θεου
24ἀλλʼ οὐδενὸς ⸀λόγου ⸀ποιοῦμαι τὴν ⸀ψυχὴν τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι τὸν δρόμον ⸀μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
25και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων την βασιλειαν του θεου
25Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν.
26διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαροσ εγω απο του αιματοσ παντων
26⸀διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμι ἀπὸ τοῦ αἵματος πάντων,
27ου γαρ υπεστειλαμην του μη αναγγειλαι υμιν πασαν την βουλην του θεου
27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν⸃.
28προσεχετε ουν εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το πνευμα το αγιον εθετο επισκοπουσ ποιμαινειν την εκκλησιαν του κυριου και θεου ην περιεποιησατο δια του ιδιου αιματοσ
28⸀προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου⸃.
29εγω γαρ οιδα τουτο οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεισ εισ υμασ μη φειδομενοι του ποιμνιου
29ἐγὼ ⸀οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
30και εξ υμων αυτων αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποσπαν τουσ μαθητασ οπισω αυτων
30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν·
31διο γρηγορειτε μνημονευοντεσ οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον
31διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32και τα νυν παρατιθεμαι υμασ αδελφοι τω θεω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω εποικοδομησαι και δουναι υμιν κληρονομιαν εν τοισ ηγιασμενοισ πασιν
32καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶς τῷ ⸀θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαι καὶ δοῦναι ⸀τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33αργυριου η χρυσιου η ιματισμου ουδενοσ επεθυμησα
33ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
34αυτοι γινωσκετε οτι ταισ χρειαισ μου και τοισ ουσιν μετ εμου υπηρετησαν αι χειρεσ αυται
34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτοσ ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν
35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36και ταυτα ειπων θεισ τα γονατα αυτου συν πασιν αυτοισ προσηυξατο
36Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37ικανοσ δε εγενετο κλαυθμοσ παντων και επιπεσοντεσ επι τον τραχηλον του παυλου κατεφιλουν αυτον
37ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο⸃ πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
38οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εισ το πλοιον
38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Tip: use the ← and → keys to turn chapters.