ΠΡΑΞΕΙΣ 7
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1ειπεν δε ο αρχιερευσ ει αρα ταυτα ουτωσ εχει
1Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰ ταῦτα οὕτως ἔχει;
2ο δε εφη ανδρεσ αδελφοι και πατερεσ ακουσατε ο θεοσ τησ δοξησ ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν
2ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3και ειπεν προσ αυτον εξελθε εκ τησ γησ σου και εκ τησ συγγενειασ σου και δευρο εισ γην ην αν σοι δειξω
3καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴν γῆν ἣν ἄν σοι δείξω.
4τοτε εξελθων εκ γησ χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εισ την γην ταυτην εισ ην υμεισ νυν κατοικειτε
4τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
5και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδοσ και επηγγειλατο δουναι αυτω εισ κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντοσ αυτω τεκνου
5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6ελαλησεν δε ουτωσ ο θεοσ οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια
6ἐλάλησεν ⸀δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
7και το εθνοσ ω εαν δουλευσωσιν κρινω εγω ειπεν ο θεοσ και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω
7καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν ⸀δουλεύσουσιν κρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν⸃, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
8και εδωκεν αυτω διαθηκην περιτομησ και ουτωσ εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ο ισαακ τον ιακωβ και ο ιακωβ τουσ δωδεκα πατριαρχασ
8καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9και οι πατριαρχαι ζηλωσαντεσ τον ιωσηφ απεδοντο εισ αιγυπτον και ην ο θεοσ μετ αυτου
9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ,
10και εξειλετο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεωσ αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και ολον τον οικον αυτου
10καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
11ηλθεν δε λιμοσ εφ ολην την γην αιγυπτου και χανααν και θλιψισ μεγαλη και ουχ ευρισκον χορτασματα οι πατερεσ ημων
11ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
12ακουσασ δε ιακωβ οντα σιτα εν αιγυπτω εξαπεστειλεν τουσ πατερασ ημων πρωτον
12ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον⸃ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
13και εν τω δευτερω ανεγνωρισθη ιωσηφ τοισ αδελφοισ αυτου και φανερον εγενετο τω φαραω το γενοσ του ιωσηφ
13καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένος Ἰωσήφ.
14αποστειλασ δε ιωσηφ μετεκαλεσατο τον πατερα αυτου ιακωβ και πασαν την συγγενειαν εν ψυχαισ εβδομηκοντα πεντε
14ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ⸃ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
15κατεβη δε ιακωβ εισ αιγυπτον και ετελευτησεν αυτοσ και οι πατερεσ ημων
15⸂καὶ κατέβη⸃ Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16και μετετεθησαν εισ συχεμ και ετεθησαν εν τω μνηματι ο ωνησατο αβρααμ τιμησ αργυριου παρα των υιων εμμορ του συχεμ
16καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐν Συχέμ.
17καθωσ δε ηγγιζεν ο χρονοσ τησ επαγγελιασ ησ ωμοσεν ο θεοσ τω αβρααμ ηυξησεν ο λαοσ και επληθυνθη εν αιγυπτω
17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18αχρι ου ανεστη βασιλευσ ετεροσ οσ ουκ ηδει τον ιωσηφ
18ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον⸃, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
19ουτοσ κατασοφισαμενοσ το γενοσ ημων εκακωσεν τουσ πατερασ ημων του ποιειν εκθετα τα βρεφη αυτων εισ το μη ζωογονεισθαι
19οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέρας τοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα⸃ αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
20εν ω καιρω εγεννηθη μωσησ και ην αστειοσ τω θεω οσ ανετραφη μηνασ τρεισ εν τω οικω του πατροσ
20ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός·
21εκτεθεντα δε αυτον ανειλετο η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εισ υιον
21⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν⸃ ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22και επαιδευθη μωσησ παση σοφια αιγυπτιων ην δε δυνατοσ εν λογοισ και εργοισ
22καὶ ἐπαιδεύθη ⸀Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ.
23ωσ δε επληρουτο αυτω τεσσαρακονταετησ χρονοσ ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τουσ αδελφουσ αυτου τουσ υιουσ ισραηλ
23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
24και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξασ τον αιγυπτιον
24καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
25ενομιζεν δε συνιεναι τουσ αδελφουσ αυτου οτι ο θεοσ δια χειροσ αυτου διδωσιν αυτοισ σωτηριαν οι δε ου συνηκαν
25ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς⸃, οἱ δὲ οὐ συνῆκαν.
26τη τε επιουση ημερα ωφθη αυτοισ μαχομενοισ και συνηλασεν αυτουσ εισ ειρηνην ειπων ανδρεσ αδελφοι εστε υμεισ ινα τι αδικειτε αλληλουσ
26τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
27ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τισ σε κατεστησεν αρχοντα και δικαστην εφ ημασ
27ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν;
28μη ανελειν με συ θελεισ ον τροπον ανειλεσ χθεσ τον αιγυπτιον
28μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲς τὸν Αἰγύπτιον;
29εφυγεν δε μωσησ εν τω λογω τουτω και εγενετο παροικοσ εν γη μαδιαμ ου εγεννησεν υιουσ δυο
29ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30και πληρωθεντων ετων τεσσαρακοντα ωφθη αυτω εν τη ερημω του ορουσ σινα αγγελοσ κυριου εν φλογι πυροσ βατου
30Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος ἐν φλογὶ πυρὸς βάτου·
31ο δε μωσησ ιδων εθαυμαζεν το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου προσ αυτον
31ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου·
32εγω ο θεοσ των πατερων σου ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ εντρομοσ δε γενομενοσ μωσησ ουκ ετολμα κατανοησαι
32Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ Ἰσαὰκ ⸁καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33ειπεν δε αυτω ο κυριοσ λυσον το υποδημα των ποδων σου ο γαρ τοποσ εν ω εστηκασ γη αγια εστιν
33εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
34ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου αυτων ηκουσα και κατεβην εξελεσθαι αυτουσ και νυν δευρο αποστελω σε εισ αιγυπτον
34ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω σε εἰς Αἴγυπτον.
35τουτον τον μωσην ον ηρνησαντο ειποντεσ τισ σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεοσ αρχοντα και λυτρωτην απεστειλεν εν χειρι αγγελου του οφθεντοσ αυτω εν τη βατω
35Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36ουτοσ εξηγαγεν αυτουσ ποιησασ τερατα και σημεια εν γη αιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσαρακοντα
36οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
37ουτοσ εστιν ο μωσησ ο ειπων τοισ υιοισ ισραηλ προφητην υμιν αναστησει κυριοσ ο θεοσ ημων εκ των αδελφων υμων ωσ εμε
37οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπας τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
38ουτοσ εστιν ο γενομενοσ εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντοσ αυτω εν τω ορει σινα και των πατερων ημων οσ εδεξατο λογον ζωντα δουναι ημιν
38οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγια ζῶντα δοῦναι ⸀ἡμῖν,
39ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερεσ ημων αλλ απωσαντο και εστραφησαν τη καρδια αυτων εισ αιγυπτον
39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις⸃ αὐτῶν εἰς Αἴγυπτον,
40ειποντεσ τω ααρων ποιησον ημιν θεουσ οι προπορευσονται ημων ο γαρ μωσησ ουτοσ οσ εξηγαγεν ημασ εκ γησ αιγυπτου ουκ οιδαμεν τι γεγονεν αυτω
40εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετο αὐτῷ.
41και εμοσχοποιησαν εν ταισ ημεραισ εκειναισ και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοισ εργοισ των χειρων αυτων
41καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42εστρεψεν δε ο θεοσ και παρεδωκεν αυτουσ λατρευειν τη στρατια του ουρανου καθωσ γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιασ προσηνεγκατε μοι ετη τεσσαρακοντα εν τη ερημω οικοσ ισραηλ
42ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου υμων ρεμφαν τουσ τυπουσ ουσ εποιησατε προσκυνειν αυτοισ και μετοικιω υμασ επεκεινα βαβυλωνοσ
43καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ ⸀Ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44η σκηνη του μαρτυριου ην τοισ πατρασιν ημων εν τη ερημω καθωσ διεταξατο ο λαλων τω μωση ποιησαι αυτην κατα τον τυπον ον εωρακει
44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
45ην και εισηγαγον διαδεξαμενοι οι πατερεσ ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεοσ απο προσωπου των πατερων ημων εωσ των ημερων δαυιδ
45ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ·
46οσ ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω θεω ιακωβ
46ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷ Ἰακώβ.
47σολομων δε ωκοδομησεν αυτω οικον
47Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
48αλλ ουχ ο υψιστοσ εν χειροποιητοισ ναοισ κατοικει καθωσ ο προφητησ λεγει
48ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει·
49ο ουρανοσ μοι θρονοσ η δε γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριοσ η τισ τοποσ τησ καταπαυσεωσ μου
49Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50ουχι η χειρ μου εποιησεν ταυτα παντα
50οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
51σκληροτραχηλοι και απεριτμητοι τη καρδια και τοισ ωσιν υμεισ αει τω πνευματι τω αγιω αντιπιπτετε ωσ οι πατερεσ υμων και υμεισ
51Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
52τινα των προφητων ουκ εδιωξαν οι πατερεσ υμων και απεκτειναν τουσ προκαταγγειλαντασ περι τησ ελευσεωσ του δικαιου ου νυν υμεισ προδοται και φονεισ γεγενησθε
52τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε,
53οιτινεσ ελαβετε τον νομον εισ διαταγασ αγγελων και ουκ εφυλαξατε
53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54ακουοντεσ δε ταυτα διεπριοντο ταισ καρδιαισ αυτων και εβρυχον τουσ οδοντασ επ αυτον
54Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.
55υπαρχων δε πληρησ πνευματοσ αγιου ατενισασ εισ τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου
55ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
56και ειπεν ιδου θεωρω τουσ ουρανουσ ανεωγμενουσ και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου
56καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
57κραξαντεσ δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον
57κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν,
58και εκβαλοντεσ εξω τησ πολεωσ ελιθοβολουν και οι μαρτυρεσ απεθεντο τα ιματια παρα τουσ ποδασ νεανιου καλουμενου σαυλου
58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
59και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου
59καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·
60θεισ δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησησ αυτοισ την αμαρτιαν ταυτην και τουτο ειπων εκοιμηθη
60θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν⸃· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Tip: use the ← and → keys to turn chapters.