ΠΡΑΞΕΙΣ 23
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1ατενισασ δε ο παυλοσ τω συνεδριω ειπεν ανδρεσ αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτησ τησ ημερασ
1ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2ο δε αρχιερευσ ανανιασ επεταξεν τοισ παρεστωσιν αυτω τυπτειν αυτου το στομα
2ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3τοτε ο παυλοσ προσ αυτον ειπεν τυπτειν σε μελλει ο θεοσ τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον και παρανομων κελευεισ με τυπτεσθαι
3τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
4οι δε παρεστωτεσ ειπον τον αρχιερεα του θεου λοιδορεισ
4οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
5εφη τε ο παυλοσ ουκ ηδειν αδελφοι οτι εστιν αρχιερευσ γεγραπται γαρ αρχοντα του λαου σου ουκ ερεισ κακωσ
5ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6γνουσ δε ο παυλοσ οτι το εν μεροσ εστιν σαδδουκαιων το δε ετερον φαρισαιων εκραξεν εν τω συνεδριω ανδρεσ αδελφοι εγω φαρισαιοσ ειμι υιοσ φαρισαιου περι ελπιδοσ και αναστασεωσ νεκρων εγω κρινομαι
6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι.
7τουτο δε αυτου λαλησαντοσ εγενετο στασισ των φαρισαιων και εσχισθη το πληθοσ
7τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃, καὶ ἐσχίσθη τὸ πλῆθος.
8σαδδουκαιοι μεν γαρ λεγουσιν μη ειναι αναστασιν μηδε αγγελον μητε πνευμα φαρισαιοι δε ομολογουσιν τα αμφοτερα
8Σαδδουκαῖοι ⸀μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
9εγενετο δε κραυγη μεγαλη και ανασταντεσ οι γραμματεισ του μερουσ των φαρισαιων διεμαχοντο λεγοντεσ ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελοσ μη θεομαχωμεν
9ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος—
10πολλησ δε γενομενησ στασεωσ ευλαβηθεισ ο χιλιαρχοσ μη διασπασθη ο παυλοσ υπ αυτων εκελευσεν το στρατευμα καταβηναι και αρπασαι αυτον εκ μεσου αυτων αγειν τε εισ την παρεμβολην
10πολλῆς δὲ ⸀γινομένης στάσεως ⸀φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε εἰς τὴν παρεμβολήν.
11τη δε επιουση νυκτι επιστασ αυτω ο κυριοσ ειπεν θαρσει παυλε ωσ γαρ διεμαρτυρω τα περι εμου εισ ιερουσαλημ ουτωσ σε δει και εισ ρωμην μαρτυρησαι
11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12γενομενησ δε ημερασ ποιησαντεσ τινεσ των ιουδαιων συστροφην ανεθεματισαν εαυτουσ λεγοντεσ μητε φαγειν μητε πιειν εωσ ου αποκτεινωσιν τον παυλον
12Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι⸃ ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
13ησαν δε πλειουσ τεσσαρακοντα οι ταυτην την συνωμοσιαν πεποιηκοτεσ
13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι·
14οιτινεσ προσελθοντεσ τοισ αρχιερευσιν και τοισ πρεσβυτεροισ ειπον αναθεματι ανεθεματισαμεν εαυτουσ μηδενοσ γευσασθαι εωσ ου αποκτεινωμεν τον παυλον
14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15νυν ουν υμεισ εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπωσ αυριον αυτον καταγαγη προσ υμασ ωσ μελλοντασ διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεισ δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον
15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως ⸂καταγάγῃ αὐτὸν εἰς⸃ ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16ακουσασ δε ο υιοσ τησ αδελφησ παυλου το ενεδρον παραγενομενοσ και εισελθων εισ την παρεμβολην απηγγειλεν τω παυλω
16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
17προσκαλεσαμενοσ δε ο παυλοσ ενα των εκατονταρχων εφη τον νεανιαν τουτον απαγαγε προσ τον χιλιαρχον εχει γαρ τι απαγγειλαι αυτω
17προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι⸃ αὐτῷ.
18ο μεν ουν παραλαβων αυτον ηγαγεν προσ τον χιλιαρχον και φησιν ο δεσμιοσ παυλοσ προσκαλεσαμενοσ με ηρωτησεν τουτον τον νεανιαν αγαγειν προσ σε εχοντα τι λαλησαι σοι
18ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
19επιλαβομενοσ δε τησ χειροσ αυτου ο χιλιαρχοσ και αναχωρησασ κατ ιδιαν επυνθανετο τι εστιν ο εχεισ απαγγειλαι μοι
19ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπωσ αυριον εισ το συνεδριον καταγαγησ τον παυλον ωσ μελλοντα τι ακριβεστερον πυνθανεσθαι περι αυτου
20εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον⸃ ὡς ⸀μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ·
21συ ουν μη πεισθησ αυτοισ ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρεσ πλειουσ τεσσαρακοντα οιτινεσ ανεθεματισαν εαυτουσ μητε φαγειν μητε πιειν εωσ ου ανελωσιν αυτον και νυν ετοιμοι εισιν προσδεχομενοι την απο σου επαγγελιαν
21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι⸃ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22ο μεν ουν χιλιαρχοσ απελυσεν τον νεανιαν παραγγειλασ μηδενι εκλαλησαι οτι ταυτα ενεφανισασ προσ με
22ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ.
23και προσκαλεσαμενοσ δυο τινασ των εκατονταρχων ειπεν ετοιμασατε στρατιωτασ διακοσιουσ οπωσ πορευθωσιν εωσ καισαρειασ και ιππεισ εβδομηκοντα και δεξιολαβουσ διακοσιουσ απο τριτησ ωρασ τησ νυκτοσ
23Καὶ προσκαλεσάμενός ⸂τινας δύο⸃ τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
24κτηνη τε παραστησαι ινα επιβιβασαντεσ τον παυλον διασωσωσιν προσ φηλικα τον ηγεμονα
24κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
25γραψασ επιστολην περιεχουσαν τον τυπον τουτον
25γράψας ἐπιστολὴν ⸀ἔχουσαν τὸν τύπον τοῦτον·
26κλαυδιοσ λυσιασ τω κρατιστω ηγεμονι φηλικι χαιρειν
26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27τον ανδρα τουτον συλληφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστασ συν τω στρατευματι εξειλομην αυτον μαθων οτι ρωμαιοσ εστιν
27τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν,
28βουλομενοσ δε γνωναι την αιτιαν δι ην ενεκαλουν αυτω κατηγαγον αυτον εισ το συνεδριον αυτων
28βουλόμενός ⸀τε ⸀ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν.
29ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων μηδεν αξιον θανατου η δεσμων εγκλημα εχοντα
29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα⸃.
30μηνυθεισησ δε μοι επιβουλησ εισ τον ανδρα μελλειν εσεσθαι υπο των ιουδαιων εξαυτησ επεμψα προσ σε παραγγειλασ και τοισ κατηγοροισ λεγειν τα προσ αυτον επι σου ερρωσο
30μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα ἔσεσθαι ⸀ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ.
31οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοισ αναλαβοντεσ τον παυλον ηγαγον δια τησ νυκτοσ εισ την αντιπατριδα
31Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα·
32τη δε επαυριον εασαντεσ τουσ ιππεισ πορευεσθαι συν αυτω υπεστρεψαν εισ την παρεμβολην
32τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33οιτινεσ εισελθοντεσ εισ την καισαρειαν και αναδοντεσ την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω
33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34αναγνουσ δε ο ηγεμων και επερωτησασ εκ ποιασ επαρχιασ εστιν και πυθομενοσ οτι απο κιλικιασ
34ἀναγνοὺς ⸀δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35διακουσομαι σου εφη οταν και οι κατηγοροι σου παραγενωνται εκελευσεν τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι
35Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας ἐν τῷ πραιτωρίῳ ⸀τοῦ Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν.
Tip: use the ← and → keys to turn chapters.