ΠΡΑΞΕΙΣ 26
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1αγριππασ δε προσ τον παυλον εφη επιτρεπεται σοι υπερ σεαυτου λεγειν τοτε ο παυλοσ απελογειτο εκτεινασ την χειρα
1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο·
2περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων απολογεισθαι σημερον
2περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι·
3μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιουσ ηθων τε και ζητηματων διο δεομαι σου μακροθυμωσ ακουσαι μου
3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.¶
4την μεν ουν βιωσιν μου την εκ νεοτητοσ την απ αρχησ γενομενην εν τω εθνει μου εν ιεροσολυμοισ ισασιν παντεσ οι ιουδαιοι
4Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν Ἱεροσολύμοις ἴσασιν πάντες οἱ Ἰουδαῖοι
5προγινωσκοντεσ με ανωθεν εαν θελωσιν μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν τησ ημετερασ θρησκειασ εζησα φαρισαιοσ
5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος·
6και νυν επ ελπιδι τησ προσ τουσ πατερασ επαγγελιασ γενομενησ υπο του θεου εστηκα κρινομενοσ
6καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
7εισ ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ησ ελπιδοσ εγκαλουμαι βασιλευ αγριππα υπο ιουδαιων
7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι, περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ,
8τι απιστον κρινεται παρ υμιν ει ο θεοσ νεκρουσ εγειρει
8τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;¶
9εγω μεν ουν εδοξα εμαυτω προσ το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι
9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι,
10ο και εποιησα εν ιεροσολυμοισ και πολλουσ των αγιων εγω φυλακαισ κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον
10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον·
11και κατα πασασ τασ συναγωγασ πολλακισ τιμωρων αυτουσ ηναγκαζον βλασφημειν περισσωσ τε εμμαινομενοσ αυτοισ εδιωκον εωσ και εισ τασ εξω πολεισ
11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12εν οισ και πορευομενοσ εισ την δαμασκον μετ εξουσιασ και επιτροπησ τησ παρα των αρχιερεων
12ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
13ημερασ μεσησ κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φωσ και τουσ συν εμοι πορευομενουσ
13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
14παντων δε καταπεσοντων ημων εισ την γην ηκουσα φωνην λαλουσαν προσ με και λεγουσαν τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεισ σκληρον σοι προσ κεντρα λακτιζειν
14πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15εγω δε ειπον τισ ει κυριε ο δε ειπεν εγω ειμι ιησουσ ον συ διωκεισ
15ἐγὼ δὲ εἶπα· τίς εἶ κύριε; ὁ δὲ εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
16αλλα αναστηθι και στηθι επι τουσ ποδασ σου εισ τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδεσ ων τε οφθησομαι σοι
16ἀλλ᾽ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
17εξαιρουμενοσ σε εκ του λαου και των εθνων εισ ουσ εγω σε αποστελλω
17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε
18ανοιξαι οφθαλμουσ αυτων του υποστρεψαι απο σκοτουσ εισ φωσ και τησ εξουσιασ του σατανα επι τον θεον του λαβειν αυτουσ αφεσιν αμαρτιων και κληρον εν τοισ ηγιασμενοισ πιστει τη εισ εμε
18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.¶
19οθεν βασιλευ αγριππα ουκ εγενομην απειθησ τη ουρανιω οπτασια
19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20αλλα τοισ εν δαμασκω πρωτον και ιεροσολυμοισ εισ πασαν τε την χωραν τησ ιουδαιασ και τοισ εθνεσιν απαγγελλων μετανοειν και επιστρεφειν επι τον θεον αξια τησ μετανοιασ εργα πρασσοντασ
20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεὸν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21ενεκα τουτων οι ιουδαιοι με συλλαβομενοι εν τω ιερω επειρωντο διαχειρισασθαι
21ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22επικουριασ ουν τυχων τησ παρα του θεου αχρι τησ ημερασ ταυτησ εστηκα μαρτυρομενοσ μικρω τε και μεγαλω ουδεν εκτοσ λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσησ
22ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
23ει παθητοσ ο χριστοσ ει πρωτοσ εξ αναστασεωσ νεκρων φωσ μελλει καταγγελλειν τω λαω και τοισ εθνεσιν
23εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν.¶
24ταυτα δε αυτου απολογουμενου ο φηστοσ μεγαλη τη φωνη εφη μαινη παυλε τα πολλα σε γραμματα εισ μανιαν περιτρεπει
24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν· μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25ο δε ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειασ και σωφροσυνησ ρηματα αποφθεγγομαι
25ὁ δὲ οὐ μαίνομαί φησιν κράτιστε Φῆστε, ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26επισταται γαρ περι τουτων ο βασιλευσ προσ ον και παρρησιαζομενοσ λαλω λανθανειν γαρ αυτον τι τουτων ου πειθομαι ουδεν ου γαρ εν γωνια πεπραγμενον τουτο
26ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27πιστευεισ βασιλευ αγριππα τοισ προφηταισ οιδα οτι πιστευεισ
27πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.¶
28ο δε αγριππασ προσ τον παυλον εφη εν ολιγω με πειθεισ χριστιανον γενεσθαι
28Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
29ο δε παυλοσ ειπεν ευξαιμην αν τω θεω και εν ολιγω και εν πολλω ου μονον σε αλλα και παντασ τουσ ακουοντασ μου σημερον γενεσθαι τοιουτουσ οποιοσ καγω ειμι παρεκτοσ των δεσμων τουτων
29ὁ δὲ Παῦλος εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.¶
30και ταυτα ειποντοσ αυτου ανεστη ο βασιλευσ και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοισ
30ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς·
31και αναχωρησαντεσ ελαλουν προσ αλληλουσ λεγοντεσ οτι ουδεν θανατου αξιον η δεσμων πρασσει ο ανθρωποσ ουτοσ
31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιόν τι πράσσει ὁ ἄνθρωπος οὗτος.
32αγριππασ δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωποσ ουτοσ ει μη επεκεκλητο καισαρα
32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.¶
Tip: use the ← and → keys to turn chapters.