ΠΡΑΞΕΙΣ 24
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1μετα δε πεντε ημερασ κατεβη ο αρχιερευσ ανανιασ μετα των πρεσβυτερων και ρητοροσ τερτυλλου τινοσ οιτινεσ ενεφανισαν τω ηγεμονι κατα του παυλου
1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2κληθεντοσ δε αυτου ηρξατο κατηγορειν ο τερτυλλοσ λεγων πολλησ ειρηνησ τυγχανοντεσ δια σου και κατορθωματων γινομενων τω εθνει τουτω δια τησ σησ προνοιασ
2κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
3παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασησ ευχαριστιασ
3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4ινα δε μη επι πλειον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομωσ τη ση επιεικεια
4ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5ευροντεσ γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασιν πασιν τοισ ιουδαιοισ τοισ κατα την οικουμενην πρωτοστατην τε τησ των ναζωραιων αιρεσεωσ
5εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
6οσ και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν
6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν
8παρ ου δυνηση αυτοσ ανακρινασ περι παντων τουτων επιγνωναι ων ημεισ κατηγορουμεν αυτου
8παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9συνεπεθεντο δε και οι ιουδαιοι φασκοντεσ ταυτα ουτωσ εχειν
9συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.¶
10απεκριθη δε ο παυλοσ νευσαντοσ αυτω του ηγεμονοσ λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενοσ ευθυμοτερον τα περι εμαυτου απολογουμαι
10Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι·
11δυναμενου σου γνωναι οτι ου πλειουσ εισιν μοι ημεραι δεκαδυο αφ ησ ανεβην προσκυνησων εν ιερουσαλημ
11δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ·
12και ουτε εν τω ιερω ευρον με προσ τινα διαλεγομενον η επισυστασιν ποιουντα οχλου ουτε εν ταισ συναγωγαισ ουτε κατα την πολιν
12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13ουτε παραστησαι με δυνανται περι ων νυν κατηγορουσιν μου
13οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
14ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτωσ λατρευω τω πατρωω θεω πιστευων πασιν τοισ κατα τον νομον και τοισ προφηταισ γεγραμμενοισ
14ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις,
15ελπιδα εχων εισ τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι νεκρων δικαιων τε και αδικων
15ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·
16εν τουτω δε αυτοσ ασκω απροσκοπον συνειδησιν εχων προσ τον θεον και τουσ ανθρωπουσ δια παντοσ
16ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.¶
17δι ετων δε πλειονων παρεγενομην ελεημοσυνασ ποιησων εισ το εθνοσ μου και προσφορασ
17δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18εν οισ ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινεσ απο τησ ασιασ ιουδαιοι
18ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
19ουσ δει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προσ με
19οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20η αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντοσ μου επι του συνεδριου
20ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21η περι μιασ ταυτησ φωνησ ησ εκραξα εστωσ εν αυτοισ οτι περι αναστασεωσ νεκρων εγω κρινομαι σημερον υφ υμων
21ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾽ ὑμῶν.¶
22ακουσασ δε ταυτα ο φηλιξ ανεβαλετο αυτουσ ακριβεστερον ειδωσ τα περι τησ οδου ειπων οταν λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ
22Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπας· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς.
23διαταξαμενοσ τε τω εκατονταρχη τηρεισθαι τον παυλον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν η προσερχεσθαι αυτω
23διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.¶
24μετα δε ημερασ τινασ παραγενομενοσ ο φηλιξ συν δρουσιλλη τη γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι τησ εισ χριστον πιστεωσ
24Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.
25διαλεγομενου δε αυτου περι δικαιοσυνησ και εγκρατειασ και του κριματοσ του μελλοντοσ εσεσθαι εμφοβοσ γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε
25διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
26αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου οπωσ λυση αυτον διο και πυκνοτερον αυτον μεταπεμπομενοσ ωμιλει αυτω
26ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.¶
27διετιασ δε πληρωθεισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτασ καταθεσθαι τοισ ιουδαιοισ ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον
27Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.¶
Tip: use the ← and → keys to turn chapters.