ΙΑΚΩΒΟΥ
Chapter 1

ΙΑΚΩΒΟΥ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1ιακωβοσ θεου και κυριου ιησου χριστου δουλοσ ταισ δωδεκα φυλαισ ταισ εν τη διασπορα χαιρειν
1Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.¶
2πασαν χαραν ηγησασθε αδελφοι μου οταν πειρασμοισ περιπεσητε ποικιλοισ
2Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
3γινωσκοντεσ οτι το δοκιμιον υμων τησ πιστεωσ κατεργαζεται υπομονην
3γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
4η δε υπομονη εργον τελειον εχετω ινα ητε τελειοι και ολοκληροι εν μηδενι λειπομενοι
4ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.
5ει δε τισ υμων λειπεται σοφιασ αιτειτω παρα του διδοντοσ θεου πασιν απλωσ και ουκ ονειδιζοντοσ και δοθησεται αυτω
5εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
6αιτειτω δε εν πιστει μηδεν διακρινομενοσ ο γαρ διακρινομενοσ εοικεν κλυδωνι θαλασσησ ανεμιζομενω και ριπιζομενω
6αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
7μη γαρ οιεσθω ο ανθρωποσ εκεινοσ οτι ληψεται τι παρα του κυριου
7μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου·
8ανηρ διψυχοσ ακαταστατοσ εν πασαισ ταισ οδοισ αυτου
8ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
9καυχασθω δε ο αδελφοσ ο ταπεινοσ εν τω υψει αυτου
9καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
10ο δε πλουσιοσ εν τη ταπεινωσει αυτου οτι ωσ ανθοσ χορτου παρελευσεται
10ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
11ανετειλεν γαρ ο ηλιοσ συν τω καυσωνι και εξηρανεν τον χορτον και το ανθοσ αυτου εξεπεσεν και η ευπρεπεια του προσωπου αυτου απωλετο ουτωσ και ο πλουσιοσ εν ταισ πορειαισ αυτου μαρανθησεται
11ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
12μακαριοσ ανηρ οσ υπομενει πειρασμον οτι δοκιμοσ γενομενοσ ληψεται τον στεφανον τησ ζωησ ον επηγγειλατο ο κυριοσ τοισ αγαπωσιν αυτον
12μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.¶
13μηδεισ πειραζομενοσ λεγετω οτι απο θεου πειραζομαι ο γαρ θεοσ απειραστοσ εστιν κακων πειραζει δε αυτοσ ουδενα
13Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα·
14εκαστοσ δε πειραζεται υπο τησ ιδιασ επιθυμιασ εξελκομενοσ και δελεαζομενοσ
14ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
15ειτα η επιθυμια συλλαβουσα τικτει αμαρτιαν η δε αμαρτια αποτελεσθεισα αποκυει θανατον
15εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.¶
16μη πλανασθε αδελφοι μου αγαπητοι
16Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί·
17πασα δοσισ αγαθη και παν δωρημα τελειον ανωθεν εστιν καταβαινον απο του πατροσ των φωτων παρ ω ουκ ενι παραλλαγη η τροπησ αποσκιασμα
17πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
18βουληθεισ απεκυησεν ημασ λογω αληθειασ εισ το ειναι ημασ απαρχην τινα των αυτου κτισματων
18βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.¶
19ωστε αδελφοι μου αγαπητοι εστω πασ ανθρωποσ ταχυσ εισ το ακουσαι βραδυσ εισ το λαλησαι βραδυσ εισ οργην
19Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν.
20οργη γαρ ανδροσ δικαιοσυνην θεου ου κατεργαζεται
20ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
21διο αποθεμενοι πασαν ρυπαριαν και περισσειαν κακιασ εν πραυτητι δεξασθε τον εμφυτον λογον τον δυναμενον σωσαι τασ ψυχασ υμων
21διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.¶
22γινεσθε δε ποιηται λογου και μη μονον ακροαται παραλογιζομενοι εαυτουσ
22Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.
23οτι ει τισ ακροατησ λογου εστιν και ου ποιητησ ουτοσ εοικεν ανδρι κατανοουντι το προσωπον τησ γενεσεωσ αυτου εν εσοπτρω
23ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
24κατενοησεν γαρ εαυτον και απεληλυθεν και ευθεωσ επελαθετο οποιοσ ην
24κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
25ο δε παρακυψασ εισ νομον τελειον τον τησ ελευθεριασ και παραμεινασ ουτοσ ουκ ακροατησ επιλησμονησ γενομενοσ αλλα ποιητησ εργου ουτοσ μακαριοσ εν τη ποιησει αυτου εσται
25ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.¶
26ει τισ δοκει θρησκοσ ειναι εν υμιν μη χαλιναγωγων γλωσσαν αυτου αλλα απατων καρδιαν αυτου τουτου ματαιοσ η θρησκεια
26Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλ᾽ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
27θρησκεια καθαρα και αμιαντοσ παρα θεω και πατρι αυτη εστιν επισκεπτεσθαι ορφανουσ και χηρασ εν τη θλιψει αυτων ασπιλον εαυτον τηρειν απο του κοσμου
27θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.¶

Tip: use the ← and → keys to turn chapters.