ΠΡΑΞΕΙΣ 25
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1φηστοσ ουν επιβασ τη επαρχια μετα τρεισ ημερασ ανεβη εισ ιεροσολυμα απο καισαρειασ
1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,
2ενεφανισαν δε αυτω ο αρχιερευσ και οι πρωτοι των ιουδαιων κατα του παυλου και παρεκαλουν αυτον
2ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν
3αιτουμενοι χαριν κατ αυτου οπωσ μεταπεμψηται αυτον εισ ιερουσαλημ ενεδραν ποιουντεσ ανελειν αυτον κατα την οδον
3αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.¶
4ο μεν ουν φηστοσ απεκριθη τηρεισθαι τον παυλον εν καισαρεια εαυτον δε μελλειν εν ταχει εκπορευεσθαι
4Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
5οι ουν δυνατοι εν υμιν φησιν συγκαταβαντεσ ει τι εστιν εν τω ανδρι τουτω κατηγορειτωσαν αυτου
5οἱ οὖν ἐν ὑμῖν φησιν δυνατοὶ συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον, κατηγορείτωσαν αὐτοῦ.
6διατριψασ δε εν αυτοισ ημερασ πλειουσ η δεκα καταβασ εισ καισαρειαν τη επαυριον καθισασ επι του βηματοσ εκελευσεν τον παυλον αχθηναι
6διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.¶
7παραγενομενου δε αυτου περιεστησαν οι απο ιεροσολυμων καταβεβηκοτεσ ιουδαιοι πολλα και βαρεα αιτιωματα φεροντεσ κατα του παυλου α ουκ ισχυον αποδειξαι
7Παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
8απολογουμενου αυτου οτι ουτε εισ τον νομον των ιουδαιων ουτε εισ το ιερον ουτε εισ καισαρα τι ημαρτον
8ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.¶
9ο φηστοσ δε τοισ ιουδαιοισ θελων χαριν καταθεσθαι αποκριθεισ τω παυλω ειπεν θελεισ εισ ιεροσολυμα αναβασ εκει περι τουτων κρινεσθαι επ εμου
9Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ᾽ ἐμοῦ;
10ειπεν δε ο παυλοσ επι του βηματοσ καισαροσ εστωσ ειμι ου με δει κρινεσθαι ιουδαιουσ ουδεν ηδικησα ωσ και συ καλλιον επιγινωσκεισ
10εἶπεν δὲ ὁ Παῦλος· ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις·
11ει μεν γαρ αδικω και αξιον θανατου πεπραχα τι ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου ουδεισ με δυναται αυτοισ χαρισασθαι καισαρα επικαλουμαι
11εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.¶
12τοτε ο φηστοσ συλλαλησασ μετα του συμβουλιου απεκριθη καισαρα επικεκλησαι επι καισαρα πορευση
12Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.¶
13ημερων δε διαγενομενων τινων αγριππασ ο βασιλευσ και βερνικη κατηντησαν εισ καισαρειαν ασπασαμενοι τον φηστον
13Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.
14ωσ δε πλειουσ ημερασ διετριβεν εκει ο φηστοσ τω βασιλει ανεθετο τα κατα τον παυλον λεγων ανηρ τισ εστιν καταλελειμμενοσ υπο φηλικοσ δεσμιοσ
14ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15περι ου γενομενου μου εισ ιεροσολυμα ενεφανισαν οι αρχιερεισ και οι πρεσβυτεροι των ιουδαιων αιτουμενοι κατ αυτου δικην
15περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾽ αὐτοῦ καταδίκην·
16προσ ουσ απεκριθην οτι ουκ εστιν εθοσ ρωμαιοισ χαριζεσθαι τινα ανθρωπον εισ απωλειαν πριν η ο κατηγορουμενοσ κατα προσωπον εχοι τουσ κατηγορουσ τοπον τε απολογιασ λαβοι περι του εγκληματοσ
16πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17συνελθοντων ουν αυτων ενθαδε αναβολην μηδεμιαν ποιησαμενοσ τη εξησ καθισασ επι του βηματοσ εκελευσα αχθηναι τον ανδρα
17συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18περι ου σταθεντεσ οι κατηγοροι ουδεμιαν αιτιαν επεφερον ων υπενοουν εγω
18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν·
19ζητηματα δε τινα περι τησ ιδιασ δεισιδαιμονιασ ειχον προσ αυτον και περι τινοσ ιησου τεθνηκοτοσ ον εφασκεν ο παυλοσ ζην
19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20απορουμενοσ δε εγω την περι τουτου ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εισ ιερουσαλημ κακει κρινεσθαι περι τουτων
20ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21του δε παυλου επικαλεσαμενου τηρηθηναι αυτον εισ την του σεβαστου διαγνωσιν εκελευσα τηρεισθαι αυτον εωσ ου πεμψω αυτον προσ καισαρα
21τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
22αγριππασ δε προσ τον φηστον εφη εβουλομην και αυτοσ του ανθρωπου ακουσαι ο δε αυριον φησιν ακουση αυτου
22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριόν φησιν ἀκούσῃ αὐτοῦ.¶
23τη ουν επαυριον ελθοντοσ του αγριππα και τησ βερνικησ μετα πολλησ φαντασιασ και εισελθοντων εισ το ακροατηριον συν τε τοισ χιλιαρχοισ και ανδρασιν τοισ κατ εξοχην ουσιν τησ πολεωσ και κελευσαντοσ του φηστου ηχθη ο παυλοσ
23Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾽ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.¶
24και φησιν ο φηστοσ αγριππα βασιλευ και παντεσ οι συμπαροντεσ ημιν ανδρεσ θεωρειτε τουτον περι ου παν το πληθοσ των ιουδαιων ενετυχον μοι εν τε ιεροσολυμοισ και ενθαδε επιβοωντεσ μη δειν ζην αυτον μηκετι
24Καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
25εγω δε καταλαβομενοσ μηδεν αξιον θανατου αυτον πεπραχεναι και αυτου δε τουτου επικαλεσαμενου τον σεβαστον εκρινα πεμπειν αυτον
25ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν
26περι ου ασφαλεσ τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου βασιλευ αγριππα οπωσ τησ ανακρισεωσ γενομενησ σχω τι γραψαι
26περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω, διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω·
27αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τασ κατ αυτου αιτιασ σημαναι
27ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.¶
Tip: use the ← and → keys to turn chapters.