ΠΡΑΞΕΙΣ 15
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1και τινεσ κατελθοντεσ απο τησ ιουδαιασ εδιδασκον τουσ αδελφουσ οτι εαν μη περιτεμνησθε τω εθει μωυσεωσ ου δυνασθε σωθηναι
1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
2γενομενησ ουν στασεωσ και ζητησεωσ ουκ ολιγησ τω παυλω και τω βαρναβα προσ αυτουσ εταξαν αναβαινειν παυλον και βαρναβαν και τινασ αλλουσ εξ αυτων προσ τουσ αποστολουσ και πρεσβυτερουσ εισ ιερουσαλημ περι του ζητηματοσ τουτου
2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.¶
3οι μεν ουν προπεμφθεντεσ υπο τησ εκκλησιασ διηρχοντο την φοινικην και σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοισ αδελφοισ
3Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
4παραγενομενοι δε εισ ιερουσαλημ απεδεχθησαν υπο τησ εκκλησιασ και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεοσ εποιησεν μετ αυτων
4παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν.¶
5εξανεστησαν δε τινεσ των απο τησ αιρεσεωσ των φαρισαιων πεπιστευκοτεσ λεγοντεσ οτι δει περιτεμνειν αυτουσ παραγγελλειν τε τηρειν τον νομον μωυσεωσ
5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.¶
6συνηχθησαν δε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου
6Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7πολλησ δε συζητησεωσ γενομενησ αναστασ πετροσ ειπεν προσ αυτουσ ανδρεσ αδελφοι υμεισ επιστασθε οτι αφ ημερων αρχαιων ο θεοσ εν ημιν εξελεξατο δια του στοματοσ μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι
7πολλῆς δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
8και ο καρδιογνωστησ θεοσ εμαρτυρησεν αυτοισ δουσ αυτοισ το πνευμα το αγιον καθωσ και ημιν
8καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν·
9και ουδεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισασ τασ καρδιασ αυτων
9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερεσ ημων ουτε ημεισ ισχυσαμεν βαστασαι
10νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
11αλλα δια τησ χαριτοσ του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι
11ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
12εσιγησεν δε παν το πληθοσ και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεοσ σημεια και τερατα εν τοισ εθνεσιν δι αυτων
12ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν.¶
13μετα δε το σιγησαι αυτουσ απεκριθη ιακωβοσ λεγων ανδρεσ αδελφοι ακουσατε μου
13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
14συμεων εξηγησατο καθωσ πρωτον ο θεοσ επεσκεψατο λαβειν εξ εθνων λαον επι τω ονοματι αυτου
14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ·
15και τουτω συμφωνουσιν οι λογοι των προφητων καθωσ γεγραπται
15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται·
16μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυιδ την πεπτωκυιαν και τα κατεσκαμμενα αυτησ ανοικοδομησω και ανορθωσω αυτην
16μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν·
17οπωσ αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ουσ επικεκληται το ονομα μου επ αυτουσ λεγει κυριοσ ο ποιων ταυτα παντα
17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ποιῶν ταῦτα
18γνωστα απ αιωνοσ εστιν τω θεω παντα τα εργα αυτου
18γνωστὰ ἀπ᾽ αἰῶνος
19διο εγω κρινω μη παρενοχλειν τοισ απο των εθνων επιστρεφουσιν επι τον θεον
19διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
20αλλα επιστειλαι αυτοισ του απεχεσθαι απο των αλισγηματων των ειδωλων και τησ πορνειασ και του πνικτου και του αιματοσ
20ἀλλ᾽ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
21μωυσησ γαρ εκ γενεων αρχαιων κατα πολιν τουσ κηρυσσοντασ αυτον εχει εν ταισ συναγωγαισ κατα παν σαββατον αναγινωσκομενοσ
21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.¶
22τοτε εδοξεν τοισ αποστολοισ και τοισ πρεσβυτεροισ συν ολη τη εκκλησια εκλεξαμενουσ ανδρασ εξ αυτων πεμψαι εισ αντιοχειαν συν παυλω και βαρναβα ιουδαν τον επικαλουμενον βαρσαββαν και σιλαν ανδρασ ηγουμενουσ εν τοισ αδελφοισ
22Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23γραψαντεσ δια χειροσ αυτων ταδε οι αποστολοι και οι πρεσβυτεροι και οι αδελφοι τοισ κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοισ τοισ εξ εθνων χαιρειν
23γράψαντες διὰ χειρὸς αὐτῶν Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.¶
24επειδη ηκουσαμεν οτι τινεσ εξ ημων εξελθοντεσ εταραξαν υμασ λογοισ ανασκευαζοντεσ τασ ψυχασ υμων λεγοντεσ περιτεμνεσθαι και τηρειν τον νομον οισ ου διεστειλαμεθα
24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν οἷς οὐ διεστειλάμεθα,
25εδοξεν ημιν γενομενοισ ομοθυμαδον εκλεξαμενουσ ανδρασ πεμψαι προσ υμασ συν τοισ αγαπητοισ ημων βαρναβα και παυλω
25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
26ανθρωποισ παραδεδωκοσιν τασ ψυχασ αυτων υπερ του ονοματοσ του κυριου ημων ιησου χριστου
26ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
27απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτουσ δια λογου απαγγελλοντασ τα αυτα
27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
28εδοξεν γαρ τω αγιω πνευματι και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαροσ πλην των επαναγκεσ τουτων
28ἔδοξεν γὰρ τῷ πνεύματι ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες
29απεχεσθαι ειδωλοθυτων και αιματοσ και πνικτου και πορνειασ εξ ων διατηρουντεσ εαυτουσ ευ πραξετε ερρωσθε
29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.¶
30οι μεν ουν απολυθεντεσ ηλθον εισ αντιοχειαν και συναγαγοντεσ το πληθοσ επεδωκαν την επιστολην
30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν.
31αναγνοντεσ δε εχαρησαν επι τη παρακλησει
31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32ιουδασ τε και σιλασ και αυτοι προφηται οντεσ δια λογου πολλου παρεκαλεσαν τουσ αδελφουσ και επεστηριξαν
32Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.
33ποιησαντεσ δε χρονον απελυθησαν μετ ειρηνησ απο των αδελφων προσ τουσ αποστολουσ
33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας
35παυλοσ δε και βαρναβασ διετριβον εν αντιοχεια διδασκοντεσ και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου
35Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.¶
36μετα δε τινασ ημερασ ειπεν παυλοσ προσ βαρναβαν επιστρεψαντεσ δη επισκεψωμεθα τουσ αδελφουσ ημων κατα πασαν πολιν εν αισ κατηγγειλαμεν τον λογον του κυριου πωσ εχουσιν
36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
37βαρναβασ δε εβουλευσατο συμπαραλαβειν τον ιωαννην τον καλουμενον μαρκον
37Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
38παυλοσ δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιασ και μη συνελθοντα αυτοισ εισ το εργον μη συμπαραλαβειν τουτον
38Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον.¶
39εγενετο ουν παροξυσμοσ ωστε αποχωρισθηναι αυτουσ απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εισ κυπρον
39Ἐγένετο δὲ παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον.¶
40παυλοσ δε επιλεξαμενοσ σιλαν εξηλθεν παραδοθεισ τη χαριτι του θεου υπο των αδελφων
40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν.
41διηρχετο δε την συριαν και κιλικιαν επιστηριζων τασ εκκλησιασ
41διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.¶
Tip: use the ← and → keys to turn chapters.