ΨΑΛΜΟΙ
Chapter 86
Septuagint (Greek Old Te…
Compare
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 86

1Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. ΟΙ ΘΕΜΕΛΙΟΙ αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις·

2ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

3δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. (διάψαλμα).

4μνησθήσομαι Ραὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.

5μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ¨Υψιστος.

6Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. (διάψαλμα).

7ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

Tip: use the ← and → keys to turn chapters.