ΨΑΛΜΟΙ 77
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (Thai)
1Συνέσεως τῷ Ἀσάφ. ΠΡΟΣΕΧΕΤΕ, λαός μου, τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ρήματα τοῦ στόματός μου·
1เสียงร้องของฉันขึ้นไปถึงพระเจ้า ฉันร้องขอความช่วยเหลือจากพระเจ้า ขอพระองค์ฟังฉัน
2ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς.
2ในวันทุกข์ยาก ฉันแสวงหาองค์เจ้านาย ตลอดคืนยื่นมือออกไปโดยไม่อ่อนล้า ใจฉันไม่ยอมรับการปลอบโยน
3ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν,
3ฉันระลึกถึงพระเจ้าแล้วก็คราง ระบายความทุกข์ จิตใจจึงอ่อนล้า เซลาห์
4οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε.
4พระองค์ทำให้เปลือกตาฉันปิดไม่ได้ ฉันทุกข์ใจจนพูดไม่ออก
5καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ καὶ νόμον ἔθετο ἐν Ἰσραήλ, ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν,
5ฉันคิดถึงวันเก่าๆ และปีอันไกลโพ้น
6ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·
6ยามค่ำคืน ฉันระลึกถึงบทเพลงของตัวเอง ใคร่ครวญอยู่ในใจ จิตใจของฉันไต่ถามอย่างจริงจัง
7ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν·
7“องค์เจ้านายจะทอดทิ้งเราตลอดไปหรือ พระองค์จะไม่โปรดปรานเราอีกแล้วหรือ
8ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεά, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.
8ความรักมั่นคงของพระองค์สูญสิ้นไปตลอดกาลแล้วหรือ พระสัญญาของพระองค์ล้มเหลวไปทุกชั่วอายุแล้วหรือ
9υἱοὶ Ἐφραὶμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.
9พระเจ้าลืมที่จะกรุณาแล้วหรือ พระองค์โกรธจนปิดกั้นความเมตตาไว้หรือ” เซลาห์
10οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι.
10แล้วฉันคิดว่า “จะยึดสิ่งนี้ไว้ คือปีทั้งหลายแห่งมือขวาขององค์ผู้สูงสุด”
11καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς,
11ฉันจะระลึกถึงสิ่งที่พระยาห์เวห์ทำ จะระลึกถึงสิ่งอัศจรรย์ของพระองค์แต่โบราณ
12ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.
12ฉันจะใคร่ครวญทุกสิ่งที่พระองค์ทำ และพิจารณาสิ่งที่พระองค์ทำ
13διέρρηξε θάλασσαν καὶ διήγαγεν αὐτούς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκὸν
13พระเจ้า ทางของพระองค์อยู่ในสถานบริสุทธิ์ มีพระเจ้าองค์ใดเล่ายิ่งใหญ่เหมือนพระเจ้า
14καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.
14พระองค์คือพระเจ้าผู้ทำสิ่งอัศจรรย์ พระองค์แสดงกำลังของพระองค์ท่ามกลางชนทั้งหลาย
15διέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ
15พระองค์ไถ่ประชากรของพระองค์ด้วยแขนของพระองค์ คือลูกหลานของยาโคบและโยเซฟ เซลาห์
16καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
16พระเจ้า เมื่อน้ำเห็นพระองค์ น้ำเห็นพระองค์แล้วก็บิดตัว ห้วงลึกก็สั่นสะท้าน
17καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, παρεπίκραναν τὸν ¨Υψιστον ἐν ἀνύδρῳ
17เมฆเทน้ำลงมา ท้องฟ้าคำรามด้วยเสียงฟ้าร้อง ลูกธนูของพระองค์แลบวาบไปทั่ว
18καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν
18เสียงฟ้าร้องของพระองค์ดังอยู่ในพายุหมุน สายฟ้าส่องโลกให้สว่าง แผ่นดินสั่นสะเทือนและไหวหวั่น
19καὶ κατελάλησαν τοῦ Θεοῦ καὶ εἶπαν· μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
19ทางของพระองค์ผ่านทะเล เส้นทางของพระองค์ผ่านห้วงน้ำใหญ่ รอยเท้าของพระองค์ไม่มีใครล่วงรู้
20ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
20พระองค์นำประชากรของพระองค์เหมือนฝูงแกะ ผ่านมือของโมเสสและอาโรน
21διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ,
no verse 21 in this text
22ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
no verse 22 in this text
23καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξε
no verse 23 in this text
24καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
no verse 24 in this text
25ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
no verse 25 in this text
26ἀπῇρε Νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα
no verse 26 in this text
27καὶ ἔβρεξεν ἐπ᾿ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά,
no verse 27 in this text
28καὶ ἐπέπεσον ἐν μέσῳ παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν,
no verse 28 in this text
29καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς,
no verse 29 in this text
30οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν,
no verse 30 in this text
31καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾿ αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.
no verse 31 in this text
32ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ,
no verse 32 in this text
33καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
no verse 33 in this text
34ὅταν ἀπέκτειναν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν
no verse 34 in this text
35καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι καὶ ὁ Θεὸς ὁ ¨Υψιστος λυτρωτὴς αὐτῶν ἐστι.
no verse 35 in this text
36καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ,
no verse 36 in this text
37ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
no verse 37 in this text
38αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
no verse 38 in this text
39καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
no verse 39 in this text
40ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
no verse 40 in this text
41καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.
no verse 41 in this text
42καὶ οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,
no verse 42 in this text
43ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως.
no verse 43 in this text
44καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν·
no verse 44 in this text
45ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτούς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς·
no verse 45 in this text
46καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
no verse 46 in this text
47ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
no verse 47 in this text
48καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί·
no verse 48 in this text
49ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν.
no verse 49 in this text
50ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ καὶ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε
no verse 50 in this text
51καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ,
no verse 51 in this text
52καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ
no verse 52 in this text
53καὶ ὡδήγησεν αὐτοὺς ἐπ᾿ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.
no verse 53 in this text
54καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ,
no verse 54 in this text
55καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.
no verse 55 in this text
56καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ¨Υψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο
no verse 56 in this text
57καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν, μετεστράφησαν εἰς τόξον στρεβλὸν
no verse 57 in this text
58καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
no verse 58 in this text
59ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.
no verse 59 in this text
60καὶ ἀπώσατο τὴν σκηνὴν Σιλώμ, σκήνωμα, ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.
no verse 60 in this text
61καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθρῶν
no verse 61 in this text
62καὶ συνέκλεισεν ἐν ρομφαίᾳ τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδε.
no verse 62 in this text
63τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν·
no verse 63 in this text
64οἱ ἱερεῖς αὐτῶν ἐν ρομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται.
no verse 64 in this text
65καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου,
no verse 65 in this text
66καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
no verse 66 in this text
67καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ καὶ τὴν φυλὴν Ἐφραὶμ οὐκ ἐξελέξατο·
no verse 67 in this text
68καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ Σιών, ὃ ἠγάπησε,
no verse 68 in this text
69καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
no verse 69 in this text
70καὶ ἐξελέξατο Δαυΐδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων,
no verse 70 in this text
71ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ
no verse 71 in this text
72καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.
no verse 72 in this text
Tip: use the ← and → keys to turn chapters.