ΑΡΙΘΜΟΙ 14
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΚΑΙ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκε φωνήν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.
1Then the whole congregation lifted up their voices and cried out, and that night the people wept.
2καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή· ὄφελον ἀπεθάνομεν ἐν τῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν.
2All the Israelites grumbled against Moses and Aaron, and the whole congregation said to them, “If only we had died in the land of Egypt, or if only we had died in this wilderness!
3καὶ ἱνατί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον.
3Why is the LORD bringing us into this land to fall by the sword? Our wives and children will become plunder. Would it not be better for us to go back to Egypt?”
4καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ· δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
4So they said to one another, “Let us appoint a leader and return to Egypt.”
5καὶ ἔπεσε Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
5Then Moses and Aaron fell facedown before the whole assembly of the congregation of Israel.
6Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χάλεβ ὁ τοῦ Ἰεφοννή, τῶν κατασκεψαμένων τὴν γῆν, διέρρηξαν τὰ ἱμάτια αὐτῶν
6Joshua son of Nun and Caleb son of Jephunneh, who were among those who had spied out the land, tore their clothes
7καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες· ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστι σφόδρα σφόδρα·
7and said to the whole congregation of Israel, “The land we passed through and explored is an exceedingly good land.
8εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν, γῆ ἥτις ἐστὶ ρέουσα γάλα καὶ μέλι.
8If the LORD delights in us, He will bring us into this land, a land flowing with milk and honey, and He will give it to us.
9ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπ' αὐτῶν, ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.
9Only do not rebel against the LORD, and do not be afraid of the people of the land, for they will be like bread for us. Their protection has been removed, and the LORD is with us. Do not be afraid of them!”
10καὶ εἶπε πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις. καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν τῇ νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραήλ.
10But the whole congregation threatened to stone Joshua and Caleb. Then the glory of the LORD appeared to all the Israelites at the Tent of Meeting.
11καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσί μοι ἐπὶ πᾶσι τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
11And the LORD said to Moses, “How long will this people treat Me with contempt? How long will they refuse to believe in Me, despite all the signs I have performed among them?
12πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
12I will strike them with a plague and destroy them—and I will make you into a nation greater and mightier than they are.”
13καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἀνήγαγες τῇ ἰσχύϊ σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν,
13But Moses said to the LORD, “The Egyptians will hear of it, for by Your strength You brought this people from among them.
14ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν, ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάζῃ, Κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
14And they will tell it to the inhabitants of this land. They have already heard that You, O LORD, are in the midst of this people, that You, O LORD, have been seen face to face, that Your cloud stands over them, and that You go before them in a pillar of cloud by day and a pillar of fire by night.
15καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσι τὰ ἔθνη, ὅσοι ἀκηκόασι τὸ ὄνομά σου, λέγοντες·
15If You kill this people as one man, the nations who have heard of Your fame will say,
16παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
16‘Because the LORD was unable to bring this people into the land He swore to give them, He has slaughtered them in the wilderness.’
17καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς, Κύριε, ὃν τρόπον εἶπας λέγων·
17So now I pray, may the power of my Lord be magnified, just as You have declared:
18Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.
18‘The LORD is slow to anger and abounding in loving devotion, forgiving iniquity and transgression. Yet He will by no means leave the guilty unpunished; He will visit the iniquity of the fathers upon their children to the third and fourth generation.’
19ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως ἐγένου αὐτοῖς ἀπ' Αἰγύπτου ἕως τοῦ νῦν.
19Pardon, I pray, the iniquity of this people, in keeping with the greatness of Your loving devotion, just as You have forgiven them ever since they left Egypt.”
20καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ρῆμά σου·
20“I have pardoned them as you requested,” the LORD replied.
21ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν,
21“Yet as surely as I live and as surely as the whole earth is filled with the glory of the LORD,
22ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα, ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
22not one of the men who have seen My glory and the signs I performed in Egypt and in the wilderness—yet have tested Me and disobeyed Me these ten times—
23ᾖ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ' ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστι μετ' ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν, πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν.
23not one will ever see the land that I swore to give their fathers. None of those who have treated Me with contempt will see it.
24ὁ δὲ παῖς μου Χάλεβ, ὅτι πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέ μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν, εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν.
24But because My servant Caleb has a different spirit and has followed Me wholeheartedly, I will bring him into the land he has entered, and his descendants will inherit it.
25ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν.
25Now since the Amalekites and Canaanites are living in the valleys, turn back tomorrow and head for the wilderness along the route to the Red Sea.”
26Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
26Then the LORD said to Moses and Aaron,
27ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον μου, τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
27“How long will this wicked congregation grumble against Me? I have heard the complaints that the Israelites are making against Me.
28εἰπὸν αὐτοῖς· ζῶ ἐγώ, λέγει Κύριος, ᾖ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτω ποιήσω ὑμῖν.
28So tell them: As surely as I live, declares the LORD, I will do to you exactly as I heard you say.
29ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν, καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυζον ἐπ' ἐμοί·
29Your bodies will fall in this wilderness—all who were numbered in the census, everyone twenty years of age or older—because you have grumbled against Me.
30εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν, ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ' αὐτῆς, ἀλλ' ἢ Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή·
30Surely none of you will enter the land in which I swore to settle you, except Caleb son of Jephunneh and Joshua son of Nun.
31καὶ τὰ παιδία, ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν, καὶ κληρονομήσουσι τὴν γῆν, ἣν ὑμεῖς ἀπέστητε ἀπ' αὐτῆς.
31But I will bring your children, whom you said would become plunder, into the land you have rejected—and they will enjoy it.
32καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ,
32As for you, however, your bodies will fall in this wilderness.
33οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσι τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ,
33Your children will be shepherds in the wilderness for forty years, and they will suffer for your unfaithfulness until the last of your bodies lies in the wilderness.
34κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν, ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου.
34In keeping with the forty days you spied out the land, you shall bear your guilt forty years—a year for each day—and you will experience My alienation.
35ἐγὼ Κύριος ἐλάλησα· ᾖ μὴν οὕτω ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνισταμένῃ ἐπ' ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται.
35I, the LORD, have spoken, and I will surely do these things to this entire wicked congregation, which has conspired against Me. They will meet their end in the wilderness, and there they will die.”
36καὶ οἱ ἄνθρωποι, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ρήματα πονηρὰ περὶ τῆς γῆς,
36So the men Moses had sent to spy out the land, who had returned and made the whole congregation grumble against him by bringing out a bad report about the land—
37καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες πονηρὰ κατὰ τῆς γῆς ἐν τῇ πληγῇ ἔναντι Κυρίου
37those men who had brought out the bad report about the land—were struck down by a plague before the LORD.
38καὶ Ἰησοῦς υἱὸς Ναυή, καὶ Χάλεβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν.
38Of those men who had gone to spy out the land, only Joshua son of Nun and Caleb son of Jephunneh remained alive.
39Καὶ ἐλάλησε Μωυσῆς τὰ ρήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα.
39And when Moses relayed these words to all the Israelites, the people mourned bitterly.
40καὶ ὀρθρίσαντες τὸ πρωΐ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες· ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον, ὃν εἶπε Κύριος, ὅτι ἡμάρτομεν.
40Early the next morning they got up and went up toward the ridge of the hill country. “We have indeed sinned,” they said, “but we will go to the place the LORD has promised.”
41καὶ εἶπε Μωυσῆς· ἱνατί ὑμεῖς παραβαίνετε τὸ ρῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν.
41But Moses said, “Why are you transgressing the commandment of the LORD? This will not succeed!
42μὴ ἀναβαίνετε· οὐ γάρ ἐστι Κύριος μεθ' ὑμῶν, καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν.
42Do not go up, lest you be struck down by your enemies, because the LORD is not among you.
43ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ, οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν.
43For there the Amalekites and Canaanites will face you, and you will fall by the sword. Because you have turned away from the LORD, He will not be with you.”
44καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς.
44But they dared to go up to the ridge of the hill country, though neither Moses nor the ark of the covenant of the LORD moved from the camp.
45καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.
45Then the Amalekites and Canaanites who lived in that part of the hill country came down, attacked them, and routed them all the way to Hormah.
Tip: use the ← and → keys to turn chapters.