ΒΑΣΙΛΕΙΩΝ Δ 1
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΚΑΙ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.
1After the death of Ahab, Moab rebelled against Israel.
2καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς· δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ.
2Now Ahaziah had fallen through the lattice of his upper room in Samaria and injured himself. So he sent messengers and instructed them: “Go inquire of Baal-zebub, the god of Ekron, whether I will recover from this injury.”
3καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλιοὺ τὸν Θεσβίτην λέγων· ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως·
3But the angel of the LORD said to Elijah the Tishbite, “Go up to meet the messengers of the king of Samaria and ask them, ‘Is it because there is no God in Israel that you are on your way to inquire of Baal-zebub, the god of Ekron?’
4ὅτι τάδε λέγει Κύριος· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ἠλιοὺ καὶ εἶπε πρὸς αὐτούς.
4Therefore this is what the LORD says: ‘You will not get up from the bed on which you are lying. You will surely die.’” So Elijah departed.
5καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐπεστρέψατε;
5When the messengers returned to the king, he asked them, “Why have you returned?”
6καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπε πρὸς ἡμᾶς· δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν· τάδε λέγει Κύριος· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.
6They replied, “A man came up to meet us and said, ‘Go back to the king who sent you and tell him that this is what the LORD says: Is it because there is no God in Israel that you are sending these men to inquire of Baal-zebub, the god of Ekron? Therefore you will not get up from the bed on which you are lying. You will surely die.’”
7καὶ ἐλάλησε πρὸς αὐτοὺς λέγων· τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;
7The king asked them, “What sort of man came up to meet you and spoke these words to you?”
8καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν· Ἠλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι.
8“He was a hairy man,” they answered, “with a leather belt around his waist.” “It was Elijah the Tishbite,” said the king.
9καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν, καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι.
9Then King Ahaziah sent to Elijah a captain with his company of fifty men. So the captain went up to Elijah, who was sitting on top of a hill, and said to him, “Man of God, the king declares, ‘Come down!’”
10καὶ ἀπεκρίθη Ἠλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον· καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.
10Elijah answered the captain, “If I am a man of God, may fire come down from heaven and consume you and your fifty men.” And fire came down from heaven and consumed the captain and his fifty men.
11καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεύς· ταχέως κατάβηθι.
11So the king sent to Elijah another captain with his fifty men. And the captain said to Elijah, “Man of God, the king declares, ‘Come down at once!’”
12καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.
12Again Elijah replied, “If I am a man of God, may fire come down from heaven and consume you and your fifty men.” And the fire of God came down from heaven and consumed the captain and his fifty men.
13καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοὺ καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου·
13So the king sent a third captain with his fifty men. And the third captain went up, fell on his knees before Elijah, and begged him, “Man of God, may my life and the lives of these fifty servants please be precious in your sight.
14ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου.
14Behold, fire has come down from heaven and consumed the first two captains of fifty, with all their men. But now may my life be precious in your sight.”
15καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοὺ καὶ εἶπε· κατάβηθι μετ᾿ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ἠλιοὺ καὶ κατέβη μετ᾿ αὐτοῦ πρὸς τὸν βασιλέα.
15Then the angel of the LORD said to Elijah, “Go down with him. Do not be afraid of him.” So Elijah got up and went down with him to the king.
16καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν Ἠλιού· τάδε λέγει Κύριος· τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.
16And Elijah said to King Ahaziah, “This is what the LORD says: Is there really no God in Israel for you to inquire of His word? Is that why you have sent messengers to inquire of Baal-zebub, the god of Ekron? Therefore you will not get up from the bed on which you are lying. You will surely die.”
17καὶ ἀπέθανε κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν Ἠλιού.
17So Ahaziah died according to the word of the LORD that Elijah had spoken. And since he had no son, Jehoram succeeded him in the second year of the reign of Jehoram son of Jehoshaphat over Judah.
18καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζίου, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 18·1 Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα. 18·2 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ. 18·3 καὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν. 18·4 καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.
18As for the rest of the acts of Ahaziah, along with his accomplishments, are they not written in the Book of the Chronicles of the Kings of Israel?
Tip: use the ← and → keys to turn chapters.