ΛΕΥΙΤΙΚΟΝ
Chapter 25
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΛΕΥΙΤΙΚΟΝ 25

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινὰ λέγων·
1耶和华在 西奈山 对 摩西 说:
2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ Κυρίῳ.
2「你晓谕 以色列 人说:你们到了我所赐你们那地的时候,地就要向耶和华守安息。
3ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς.
3六年要耕种田地,也要修理葡萄园,收藏地的出产。
4τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα, ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ Κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς,
4第七年,地要守圣安息,就是向耶和华守的安息,不可耕种田地,也不可修理葡萄园。
5καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ.
5遗落自长的庄稼不可收割;没有修理的葡萄树也不可摘取葡萄。这年,地要守圣安息。
6καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι. καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σὲ
6地在安息年所出的,要给你和你的仆人、婢女、雇工人,并寄居的外人当食物。
7καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τό γένημα αὐτοῦ εἰς βρῶσιν.
7这年的土产也要给你的牲畜和你地上的走兽当食物。」
8Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις αὐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτά ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη.
8「你要计算七个安息年,就是七七年。这便为你成了七个安息年,共是四十九年。
9καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν.
9当年七月初十日,你要大发角声;这日就是赎罪日,要在遍地发出角声。
10καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε.
10第五十年,你们要当作圣年,在遍地给一切的居民宣告自由。这年必为你们的禧年,各人要归自己的产业,各归本家。
11ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε, οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς, καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς,
11第五十年要作为你们的禧年。这年不可耕种;地中自长的,不可收割;没有修理的葡萄树也不可摘取 葡萄 。
12ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς.
12因为这是禧年,你们要当作圣年,吃地中 自出 的土产。
13Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίας αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ.
13「这禧年,你们各人要归自己的地业。
14ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου, ἐὰν δὲ καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον·
14你若卖什么给邻舍,或是从邻舍的手中买什么,彼此不可亏负。
15κατά ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι.
15你要按禧年以后的年数向邻舍买;他也要按年数的收成卖给你。
16καθότι ἂν πλεῖον τῶν ἐτῶν, πληθυνεῖ τὴν κτῆσιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν, ἐλαττονώσει τὴν κτῆσιν αὐτοῦ, ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι.
16年岁若多,要照数加添价值;年岁若少,要照数减去价值,因为他照收成的数目卖给你。
17μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
17你们彼此不可亏负,只要敬畏你们的 神,因为我是耶和华—你们的 神。」
18καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες.
18「我的律例,你们要遵行,我的典章,你们要谨守,就可以在那地上安然居住。
19καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ᾿ αὐτῆς.
19地必出土产,你们就要吃饱,在那地上安然居住。
20ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν;
20你们若说:『这第七年我们不耕种,也不收藏土产,吃什么呢?』
21καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη.
21我必在第六年将我所命的福赐给你们,地便生三年的土产。
22καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν.
22第八年,你们要耕种,也要吃陈粮,等到第九年出产收来的时候,你们还吃陈粮。」
23καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν. ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου·
23「地不可永卖,因为地是我的;你们在我面前是客旅,是寄居的。
24καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς.
24在你们所得为业的全地,也要准人将地赎回。
25ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.
25你的弟兄若渐渐穷乏,卖了几分地业,他至近的亲属就要来把弟兄所卖的赎回。
26ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ,
26若没有能给他赎回的,他自己渐渐富足,能够赎回,
27καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο αὐτὸ αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
27就要算出卖地的年数,把余剩年数的价值还那买主,自己便归回自己的地业。
28ἐὰν δὲ μὴ εὐπορηθῇ αὐτοῦ ἡ χεὶρ τὸ ἱκανόν, ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται ἐν τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
28倘若不能为自己得回所卖的,仍要存在买主的手里直到禧年;到了禧年,地业要出 买主的手 ,自己便归回自己的地业。
29Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς.
29「人若卖城内的住宅,卖了以后,一年之内可以赎回;在一整年,必有赎回的权柄。
30ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει.
30若在一整年之内不赎回,这城内的房屋就定准永归买主,世世代代为业;在禧年也不得出 买主的手 。
31αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται.
31但房屋在无城墙的村庄里,要看如乡下的田地一样,可以赎回;到了禧年,都要出 买主的手 。
32καὶ αἱ πόλεις τῶν Λευιτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευίταις·
32然而 利未 人所得为业的城邑,其中的房屋, 利未 人可以随时赎回。
33καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευιτῶν καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραήλ.
33若是一个 利未 人不将所卖的房屋赎回,是在所得为业的城内,到了禧年就要出 买主的手 ,因为 利未 人城邑的房屋是他们在 以色列 人中的产业。
34καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.
34只是他们各城郊野之地不可卖,因为是他们永远的产业。」
35Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀδυνατήσῃ ταῖς χερσὶ παρὰ σοί, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
35「你的弟兄在你那里若渐渐贫穷,手中缺乏,你就要帮补他,使他与你同住,像外人和寄居的一样。
36οὐ λήψῃ παρ᾿ αὐτοῦ τόκον, οὐδὲ ἐπὶ πλήθει· καὶ φοβηθήσῃ τὸν Θεόν σου, ἐγὼ Κύριος, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
36不可向他取利,也不可向他多要;只要敬畏你的 神,使你的弟兄与你同住。
37τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμῷ οὐ δώσεις αὐτῷ τὰ βρώματά σου.
37你借钱给他,不可向他取利;借粮给他,也不可向他多要。
38ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὑμῖν τὴν γῆν Χαναάν, ὥστε εἶναι ὑμῶν Θεός.
38我是耶和华—你们的 神,曾领你们从 埃及 地出来,为要把 迦南 地赐给你们,要作你们的 神。」
39Ἐὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοί, καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου·
39「你的弟兄若在你那里渐渐穷乏,将自己卖给你,不可叫他像奴仆服事你。
40ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί,
40他要在你那里像雇工人和寄居的一样,要服事你直到禧年。
41καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται,
41到了禧年,他和他儿女要离开你,一同出去归回本家,到他祖宗的地业那里去。
42διότι οἰκέται μού εἰσιν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· οὐ πραθήσεται ἐν πράσει οἰκέτου.
42因为他们是我的仆人,是我从 埃及 地领出来的,不可卖为奴仆。
43οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου.
43不可严严地辖管他,只要敬畏你的 神。
44καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σού εἰσιν, ἀπ᾿ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην·
44至于你的奴仆、婢女,可以从你四围的国中买。
45καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν γῇ ὑμῶν, ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν.
45并且那寄居在你们中间的外人和他们的家属,在你们地上所生的,你们也可以从其中买人;他们要作你们的产业。
46καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ᾿ ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν δὲ ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ἰσραήλ, ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις.
46你们要将他们遗留给你们的子孙为产业,要永远从他们中间拣出奴仆;只是你们的弟兄 以色列 人,你们不可严严地辖管。
47Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοί, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ᾒ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἢ ἐκ γενετῆς προσηλύτῳ,
47「住在你那里的外人,或是寄居的,若渐渐富足,你的弟兄却渐渐穷乏,将自己卖给那外人,或是寄居的,或是外人的宗族,
48μετὰ τὸ πραθῆναι αὐτῷ, λύτρωσις ἔσται αὐτοῦ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν.
48卖了以后,可以将他赎回。无论是他的弟兄,
49ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ, ἐκ τῆς φυλῆς αὐτοῦ, λυτροῦται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶ λυτρῶται ἑαυτόν,
49或伯叔、伯叔的儿子,本家的近支,都可以赎他。他自己若渐渐富足,也可以自赎。
50καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ᾿ αὐτοῦ.
50他要和买主计算,从卖自己的那年起,算到禧年;所卖的价值照着年数多少,好像工人每年的工价。
51ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ·
51若缺少的年数多,就要按着年数从买价中偿还他的赎价。
52ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ.
52若到禧年只缺少几年,就要按着年数和买主计算,偿还他的赎价。
53ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ᾿ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου.
53他和买主同住,要像每年雇的工人,买主不可严严地辖管他。
54ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ᾿ αὐτοῦ·
54他若不这样被赎,到了禧年,要和他的儿女一同出去。
55ὅτι ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ οἰκέται εἰσί, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
55因为 以色列 人都是我的仆人,是我从 埃及 地领出来的。我是耶和华—你们的 神。」

Tip: use the ← and → keys to turn chapters.