ΛΕΥΙΤΙΚΟΝ 6
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
1耶和华晓谕 摩西 说:
2ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωΐ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾿ αὐτοῦ, οὐ σβεσθήσεται.
2「若有人犯罪,干犯耶和华,在邻舍交付他的物上,或是在交易上行了诡诈,或是抢夺人的财物,或是欺压邻舍,
3καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.
3或是在捡了遗失的物上行了诡诈,说谎起誓,在这一切的事上犯了什么罪;
4καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.
4他既犯了罪,有了过犯,就要归还他所抢夺的,或是因欺压所得的,或是人交付他的,或是人遗失他所捡的物,
5καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ᾿ αὐτοῦ καὶ οὐ σβεσθήσεται, καὶ καύσει ἐπ᾿ αὐτοῦ ὁ ἱερεὺς ξύλα τὸ πρωΐ πρωΐ· καὶ στοιβάσει ἐπ᾿ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ᾿ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου·
5或是他因什么物起了假誓,就要如数归还,另外加上五分之一,在查出他有罪的日子要交还本主。
6καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.
6也要照你所估定的价,把赎愆祭牲—就是羊群中一只没有残疾的公绵羊—牵到耶和华面前,给祭司为赎愆祭。
7Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου·
7祭司要在耶和华面前为他赎罪;他无论行了什么事,使他有了罪,都必蒙赦免。」
8καὶ ἀφελεῖ ἀπ᾿ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα, ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ.
8耶和华晓谕 摩西 说:
9τὸ δὲ καταλειφθὲν ἀπ᾿ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.
9「你要吩咐 亚伦 和他的子孙说,燔祭的条例乃是这样:燔祭要放在坛的柴上,从晚上到天亮,坛上的火要常常烧着。
10οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου· ἅγια ἁγίων ἐστίν, ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας.
10祭司要穿上细麻布衣服,又要把细麻布裤子穿在身上,把坛上所烧的燔祭灰收起来,倒在坛的旁边;
11πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου. πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.
11随后要脱去这衣服,穿上别的衣服,把灰拿到营外洁净之处。
12Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
12坛上的火要在其上常常烧着,不可熄灭。祭司要每日早晨在上面烧柴,并要把燔祭摆在坛上,在其上烧平安祭牲的脂油。
13τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωΐ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν.
13在坛上必有常常烧着的火,不可熄灭。」
14ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν, ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
14「素祭的条例乃是这样: 亚伦 的子孙要在坛前把这祭献在耶和华面前。
15ὁ ἱερεὺς ὁ χριστὸς ἀντ᾿ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται.
15祭司要从其中—就是从素祭的细面中—取出自己的一把,又要取些油和素祭上所有的乳香,烧在坛上,奉给耶和华为馨香素祭的纪念。
16καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται.
16所剩下的, 亚伦 和他子孙要吃,必在圣处不带酵而吃,要在会幕的院子里吃。
17Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
17烤的时候 不可搀酵。这是从所献给我的火祭中赐给他们的分,是至圣的,和赎罪祭并赎愆祭一样。
18λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων· οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· ἅγια ἁγίων ἐστίν.
18凡献给耶和华的火祭, 亚伦 子孙中的男丁都要吃这一分,直到万代,作他们永得的分。摸这些祭物的,都要成为圣。」
19ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου.
19耶和华晓谕 摩西 说:
20πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ραντισθῇ ἐπ᾿ αὐτό, πλυθήσεται ἐν τόπῳ ἁγίῳ.
20「当 亚伦 受膏的日子,他和他子孙所要献给耶和华的供物,就是细面伊法十分之一,为常献的素祭:早晨一半,晚上一半。
21καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι.
21要在铁鏊上用油调和做成,调匀了,你就拿进来;烤好了分成块子,献给耶和华为馨香的素祭。
22πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶ Κυρίῳ.
22亚伦 的子孙中,接续他为受膏的祭司,要把这素祭献上,要全烧给耶和华。这是永远的定例。
23καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται.
23祭司的素祭都要烧了,却不可吃。」
no verse 24 in this text
24耶和华晓谕 摩西 说:
no verse 25 in this text
25「你对 亚伦 和他的子孙说,赎罪祭的条例乃是这样:要在耶和华面前、宰燔祭牲的地方宰赎罪祭牲;这是至圣的。
no verse 26 in this text
26为赎罪献这祭的祭司要吃,要在圣处,就是在会幕的院子里吃。
no verse 27 in this text
27凡摸这祭肉的要成为圣;这祭牲的血若弹在什么衣服上,所弹的那一件要在圣处洗净。
no verse 28 in this text
28惟有煮祭物的瓦器要打碎;若是煮在铜器里,这铜器要擦磨,在水中涮净。
no verse 29 in this text
29凡祭司中的男丁都可以吃;这是至圣的。
no verse 30 in this text
30凡赎罪祭,若将血带进会幕在圣所赎罪,那肉都不可吃,必用火焚烧。」
Tip: use the ← and → keys to turn chapters.