ΙΗΣΟΥΣ ΝΑΥΗ
Chapter 10
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΗΣΟΥΣ ΝΑΥΗ 10

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΩΣ δὲ ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ καὶ ἐξωλόθρευσεν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραήλ,
1耶路撒冷 王 亚多尼·洗德 听见 约书亚 夺了 艾 城,尽行毁灭,怎样待 耶利哥 和 耶利哥 的王,也照样待 艾 城和 艾 城的王,又听见 基遍 的居民与 以色列 人立了和约,住在他们中间,
2καὶ ἐφοβήθησαν ἀπ' αὐτῶν σφόδρα· ἤδει γὰρ ὅτι πόλις μεγάλη Γαβαών, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί·
2就甚惧怕;因为 基遍 是一座大城,如都城一般,比 艾 城更大,并且城内的人都是勇士。
3καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φιδὼν βασιλέα Ἱεριμοὺθ καὶ πρὸς Ἰεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα Ὀδολλὰμ λέγων·
3所以 耶路撒冷 王 亚多尼·洗德 打发人去见 希伯 王 何咸 、 耶末 王 毗兰 、 拉吉 王 雅非亚 ,和 伊矶伦 王 底璧 ,说:
4δεῦτε, ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
4「求你们上来帮助我,我们好攻打 基遍 ,因为他们与 约书亚 和 以色列 人立了和约。」
5καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἱερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς Ἱεριμοὺθ καὶ βασιλεὺς Λαχὶς καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν.
5于是五个 亚摩利 王,就是 耶路撒冷 王、 希伯 王、 耶末 王、 拉吉 王、 伊矶伦 王,大家聚集,率领他们的众军上去,对着 基遍 安营,攻打 基遍 。
6καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα λέγοντες· μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ βοήθησον ἡμῖν καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἱ κατοικοῦντες τὴν ὀρεινήν.
6基遍 人就打发人往 吉甲 的营中去见 约书亚 ,说:「你不要袖手不顾你的仆人,求你速速上来拯救我们,帮助我们,因为住山地 亚摩利 人的诸王都聚集攻击我们。」
7καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ.
7于是 约书亚 和他一切兵丁,并大能的勇士,都从 吉甲 上去。
8καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.
8耶和华对 约书亚 说:「不要怕他们;因为我已将他们交在你手里,他们无一人能在你面前站立得住。」
9καὶ ἐπεὶ παρεγένετο Ἰησοῦς ἐπ' αὐτοὺς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων.
9约书亚 就终夜从 吉甲 上去,猛然临到他们那里。
10καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά.
10耶和华使他们在 以色列 人面前溃乱。 约书亚 在 基遍 大大地杀败他们,追赶他们,在 伯·和 的上坡路击杀他们,直到 亚西加 和 玛基大 。
11ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶν καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.
11他们在 以色列 人面前逃跑,正在 伯·和 下坡的时候,耶和华从天上降大冰雹在他们身上,直降到 亚西加 ,打死他们。被冰雹打死的,比 以色列 人用刀杀死的还多。
12Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμορραῖον ὑποχείριον Ἰσραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ, καὶ εἶπεν Ἰησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.
12当耶和华将 亚摩利 人交付 以色列 人的日子, 约书亚 就祷告耶和华,在 以色列 人眼前说: 日头啊,你要停在 基遍 ; 月亮啊,你要止在 亚雅 谷 。
13καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.
13于是日头停留,月亮止住, 直等国民向敌人报仇。 这事岂不是写在 雅煞珥 书上吗?日头在天当中停住,不急速下落,约有一日之久。
14καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ.
14在这日以前,这日以后,耶和华听人的祷告,没有像这日的,是因耶和华为 以色列 争战。
no verse 15 in this text
15约书亚 和 以色列 众人回到 吉甲 的营中。
16Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά.
16那五王逃跑,藏在 玛基大 洞里。
17καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες· εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά.
17有人告诉 约书亚 说:「那五王已经找到了,都藏在 玛基大 洞里。」
18καὶ εἶπεν Ἰησοῦς· κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς,
18约书亚 说:「你们把几块大石头滚到洞口,派人看守,
19ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
19你们却不可耽延,要追赶你们的仇敌,击杀他们尽后边的人,不容他们进自己的城邑,因为耶和华—你们的 神已经把他们交在你们手里。」
20καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς,
20约书亚 和 以色列 人大大杀败他们,直到将他们灭尽;其中剩下的人都进了坚固的城。
21καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν Ἰσραὴλ τῇ γλώσσῃ αὐτοῦ.
21众百姓就安然回 玛基大 营中,到 约书亚 那里。没有一人敢向 以色列 人饶舌。
22καὶ εἶπεν Ἰησοῦς· ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
22约书亚 说:「打开洞口,将那五王从洞里带出来,领到我面前。」
23καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἱερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα Ἱεριμοὺθ καὶ τὸν βασιλέα Λαχὶς καὶ τὸν βασιλέα Ὀδολλάμ.
23众人就这样行,将那五王,就是 耶路撒冷 王、 希伯 王、 耶末 王、 拉吉 王、 伊矶伦 王,从洞里带出来,领到 约书亚 面前。
24καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραήλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς· προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.
24带出那五王到 约书亚 面前的时候, 约书亚 就召了 以色列 众人来,对那些和他同去的军长说:「你们近前来,把脚踏在这些王的颈项上。」他们就近前来,把脚踏在这些王的颈项上。
25καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτούς· μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.
25约书亚 对他们说:「你们不要惧怕,也不要惊惶。应当刚强壮胆,因为耶和华必这样待你们所要攻打的一切仇敌。」
26καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.
26随后 约书亚 将这五王杀死,挂在五棵树上。他们就在树上直挂到晚上。
27καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.
27日头要落的时候, 约书亚 一吩咐,人就把尸首从树上取下来,丢在他们藏过的洞里,把几块大石头放在洞口,直存到今日。
28Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
28当日, 约书亚 夺了 玛基大 ,用刀击杀城中的人和王;将其中一切人口尽行杀灭,没有留下一个。他待 玛基大 王,像从前待 耶利哥 王一样。
29καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά.
29约书亚 和 以色列 众人从 玛基大 往 立拿 去,攻打 立拿 。
30καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
30耶和华将 立拿 和 立拿 的王也交在 以色列 人手里。 约书亚 攻打这城,用刀击杀了城中的一切人口,没有留下一个。他待 立拿 王,像从前待 耶利哥 王一样。
31καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.
31约书亚 和 以色列 众人从 立拿 往 拉吉 去,对着 拉吉 安营,攻打这城。
32καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά.
32耶和华将 拉吉 交在 以色列 人的手里。第二天 约书亚 就夺了 拉吉 ,用刀击杀了城中的一切人口,是照他向 立拿 一切所行的。
33τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.
33那时 基色 王 荷兰 上来帮助 拉吉 , 约书亚 就把他和他的民都击杀了,没有留下一个。
34καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν.
34约书亚 和 以色列 众人从 拉吉 往 伊矶伦 去,对着 伊矶伦 安营,攻打这城。
35καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς.
35当日就夺了城,用刀击杀了城中的人。那日, 约书亚 将城中的一切人口尽行杀灭,是照他向 拉吉 一切所行的。
36καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν.
36约书亚 和 以色列 众人从 伊矶伦 上 希伯 去,攻打这城,
37καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.
37就夺了 希伯 和属 希伯 的诸城邑,用刀将城中的人与王,并那些城邑中的人口,都击杀了,没有留下一个,是照他向 伊矶伦 所行的,把城中的一切人口尽行杀灭。
38καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν
38约书亚 和 以色列 众人回到 底璧 ,攻打这城,
39ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.
39就夺了 底璧 和属 底璧 的城邑,又擒获 底璧 的王,用刀将这些城中的人口尽行杀灭,没有留下一个。他待 底璧 和 底璧 王,像从前待 希伯 和 立拿 与 立拿 王一样。
40καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν Ἀσηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ,
40这样, 约书亚 击杀全地的人,就是山地、南地、高原、山坡的人,和那些地的诸王,没有留下一个。将凡有气息的尽行杀灭,正如耶和华— 以色列 的 神所吩咐的。
41ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών,
41约书亚 从 加低斯·巴尼亚 攻击到 迦萨 ,又攻击 歌珊 全地,直到 基遍 。
42καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ.
42约书亚 一时杀败了这些王,并夺了他们的地,因为耶和华— 以色列 的 神为 以色列 争战。
no verse 43 in this text
43于是 约书亚 和 以色列 众人回到 吉甲 的营中。

Tip: use the ← and → keys to turn chapters.