ΙΗΣΟΥΣ ΝΑΥΗ
Chapter 9
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΗΣΟΥΣ ΝΑΥΗ 9

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΩΣ δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἀμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι,
1约旦河 西,住山地、高原,并对着 黎巴嫩 山 沿大海一带的诸王,就是 赫 人、 亚摩利 人、 迦南 人、 比利洗 人、 希未 人、 耶布斯 人的诸王,听见这事,
2συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραὴλ ἅμα πάντες. 2α Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβάλ, 2β καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ' οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου. 2γ καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ 2δ καὶ πᾶς Ἰσραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. 2ε καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ρήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· 2ζ οὐκ ἦν ρῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ.
2就都聚集,同心合意地要与 约书亚 和 以色列 人争战。
3Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα, ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί.
3基遍 的居民听见 约书亚 向 耶利哥 和 艾 城所行的事,
4καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους,
4就设诡计,假充使者,拿旧口袋和破裂缝补的旧皮酒袋驮在驴上,
5καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν. καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.
5将补过的旧鞋穿在脚上,把旧衣服穿在身上;他们所带的饼都是干的,长了霉了。
6καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ· ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.
6他们到 吉甲 营中见 约书亚 ,对他和 以色列 人说:「我们是从远方来的,现在求你与我们立约。」
7καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τὸν Χορραῖον· ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην;
7以色列 人对这些 希未 人说:「只怕你们是住在我们中间的;若是这样,怎能和你们立约呢?」
8καὶ εἶπαν πρὸς Ἰησοῦν· οἰκέται σού ἐσμεν. καὶ εἶπε πρὸς αὐτοὺς Ἰησοῦς· πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε;
8他们对 约书亚 说:「我们是你的仆人。」 约书亚 问他们说:「你们是什么人?是从哪里来的?」
9καὶ εἶπαν· ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ
9他们回答说:「仆人从极远之地而来,是因听见耶和华—你 神的名声和他在 埃及 所行的一切事,
10καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν.
10并他向 约旦河 东的两个 亚摩利 王,就是 希实本 王 西宏 和在 亚斯他录 的 巴珊 王 噩 一切所行的事。
11καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες· λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς· οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην.
11我们的长老和我们那地的一切居民对我们说:『你们手里要带着路上用的食物去迎接 以色列 人,对他们说:我们是你们的仆人;现在求你们与我们立约。』
12οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς. νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι.
12我们出来要往你们这里来的日子,从家里带出来的这饼还是热的;看哪,现在都干了,长了霉了。
13καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασι· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.
13这皮酒袋,我们盛酒的时候还是新的;看哪,现在已经破裂。我们这衣服和鞋,因为道路甚远,也都穿旧了。」
no verse 14 in this text
14以色列 人受了他们些食物,并没有求问耶和华。
no verse 15 in this text
15于是 约书亚 与他们讲和,与他们立约,容他们活着;会众的首领也向他们起誓。
no verse 16 in this text
16以色列 人与他们立约之后,过了三天才听见他们是近邻,住在 以色列 人中间的。
no verse 17 in this text
17以色列 人起行,第三天到了他们的城邑,就是 基遍 、 基非拉 、 比录 、 基列·耶琳 。
no verse 18 in this text
18因为会众的首领已经指着耶和华— 以色列 的 神向他们起誓,所以 以色列 人不击杀他们;全会众就向首领发怨言。
no verse 19 in this text
19众首领对全会众说:「我们已经指着耶和华— 以色列 的 神向他们起誓,现在我们不能害他们。
20καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ Κύριον οὐκ ἐπηρώτησαν.
20我们要如此待他们,容他们活着,免得有忿怒因我们所起的誓临到我们身上。」
21καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.
21首领又对会众说:「要容他们活着。」于是他们为全会众作了劈柴挑水的人,正如首领对他们所说的话。
22καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι.
22约书亚 召了他们来,对他们说:「为什么欺哄我们说『我们离你们甚远』呢?其实你们是住在我们中间。
23καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼθ καὶ πόλεις Ἰαρίν.
23现在你们是被咒诅的!你们中间的人必断不了作奴仆,为我 神的殿作劈柴挑水的人。」
24καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.
24他们回答 约书亚 说:「因为有人实在告诉你的仆人,耶和华—你的 神曾吩咐他的仆人 摩西 ,把这全地赐给你们,并在你们面前灭绝这地的一切居民,所以我们为你们的缘故甚怕丧命,就行了这事。
25καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ· ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν Ἰσραὴλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·
25现在我们在你手中,你以怎样待我们为善为正,就怎样做吧!」
26τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ' ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·
26于是 约书亚 这样待他们,救他们脱离 以色列 人的手, 以色列 人就没有杀他们。
27ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
27当日 约书亚 使他们在耶和华所要选择的地方,为会众和耶和华的坛作劈柴挑水的人,直到今日。
28καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· διατί παρελογίσασθέ με λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα, ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν;
no verse 28 in this text
29καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.
no verse 29 in this text
30καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες· ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ' αὐτῆς πρὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
no verse 30 in this text
31καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.
no verse 31 in this text
32καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ἰσραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.
no verse 32 in this text
33καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος.
no verse 33 in this text

Tip: use the ← and → keys to turn chapters.